Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

555. ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην.

558. *τι θηλυκῶς τὴν Ἵλιον.

563. αἰδομένων δʼ ἀνδρῶν χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος αἰδομένων ἀνδρῶν, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος πλέον τε διαστῇ καὶ μᾶλλον ἐμφήνῃ.

*Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομένων δʼ ἀνδρῶν.

[*](8. ἔπ’ Ἀσίρυ] ἐπʼ ασῖ (sic) )
84

571. *εἴ ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή. *βάλοισθα ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυχεῖν.

582. *πρὸς τὴν ἀποστροφήν.

587. ἀμφὶ βόεσσι ὅτι Ζηνόδοτος γράφει ἀμφί οἱ αὐτῷ. γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθʼ Ὅμηρον, ὅστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ.

599. *βραχὺ διασταλτέον κατὰ τὸ τέλος πρὸς τὸ σαφέστερον.

601. * Ἀρίσταρχος μέλλε Ἰακῶς.

παλίωξιν παρὰ νηῶν ὅτι ὑγιῶς παλίωξιν, πάλιν δίωξιν, ὅταν ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ πρὸς τὸ ἔμελλεν, ὅτι ἀντὶ τοῦ ἐῴκει.

606. τάρφεσιν ὡς βέλεσιν οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικὸν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν, ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι, τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετικὸν, ταρφέσιν ὡς ὀξέσιν.

607. ἀφλοισμός ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ μ τὸ σ, ὀξύνεσθαι θέλει, μερισμός ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει.

610. Ἕκτορος· αὐτὸς γάρ οἱ ἀθετοῦνται στίχοι ε'. ἐπιστάμεθα γὰρ ὅτι περὶ Ἕκτορός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ Ἕκτορος ταῦτα παρενειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια τὴν δεινότητα σώζει. καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ “τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην” (603)· πρὸς τί οὖν παλιλλογεῖται “ Ἕκτοπος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ;”

619. ἠλίβατος ψιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος, συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλοιφῆς ὅτι ψιλοῦται· “τὸν μέν τʼ ἠλίβατος [*](1. ὑποστιγμ (sic A)] ὑποστι- φάνης κτέον Bekkerus. μέλλε] τοῦ μέλας) [*](5. ὄστε—ὅμιλον Vill.] ὥστε—ὅμη- 24. παρενειρμένα Bekkerus] παρε- ριειρμένα) [*](6. ἀμφί οἱ] ἀμφι δὲ (δὲ per 25. κυκλικῶς] I. e. negligenter: compendium expresso) οἱ. v. Friedl. p. 253.) [*](8. Ἀρίσταρχος Cobetus] ἀριστο-)

85
πέτρη” (273). οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλοιφῆς.

621. *οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος τὴν πέτραν.

622. ὡς Δαναοὶ Τρῶας μόνον ὅτι ἔν τισι γράφεται ἐξ ἁλὸς, ὅς Δαναοί. αἴρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησὶν, ὡς πέτρα ἐναρηρυῖα τῷ πεδίῳ.

625. ἀνεμοτρεφές ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ Ἀγαμέμνονος ἀνεμοτρεφές φησιν, ὥσπερ ἐν τῇ Λ (256), ἀντὶ τοῦ ἰσχυρόν· τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆ μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν· οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς.

*ἡ δέ ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες.

*ὅτι Ζηνόδοτος χωρὶς τοῦ ι ἄχνη.

626. ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλʼ οὐ δεινή, ὡς “κλυτὸς Ἱπποδάμεια” (Il. 2, 742). ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι δεινὸς ἀήτης· ἅλλ’ οὐ δεῖ γράφειν οὕτως.

628. τυτθὸν γάρ βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα. ὅ ἐστι, παρʼ ὀλίγον θνήσκουσι· τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν ναυτῶν πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δακτύλους, τοσοῦτον, φησὶ, καὶ τοῦ θανάτου.

631. *εἱαμενῇ δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων.

633. λικος περὶ ἀνῃρημένης βοὸς, ἢ ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι. ἕλικος δὲ ἤτοι μελαίνης, ἢ ἑλικοειδῆ τὰ κέρατα ἐχούσης, ἢ τῆς ἐν ἕλει τεθραμμένης.

634. πρώτῃσι καὶ ὑστατίῃσι ἐν πρώταις καὶ ὑστάταις. ὁ δὲ καί σύνδεσμος ἀντὶ τοῦ κεῖται διαζευκτικοῦ, ὡς τὸ “μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ” (Il. 21, 339). ἢ οὕτως, ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις. ὅπερ ἄμεινον, ἵνʼ ᾖ ταῖς πρώταις καὶ ὑστάταις.

[*](17. ὅτι addidit Bekk. ἀντὶ τοῦ ἤ.)[*](30. Idem in marg. inter. ὁ καί 31. *ὡς τὸ—ὑστέραις] om.)
86