Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

491. τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτῃ ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖ διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη.

[*](1. ἀπολογεῖται Aristarcus: v. 9. ἀπήρτισε Bekk.] ἀπήρτησε Lehrs. 10. ἀμφηρεφέα] ἀμφιρεφέα)[*](φησιν Friedl.] φασιν 11. Diple praefixa.)[*](6. Ζηνόδοτος] οὕτως Ζηνόδοτος δοτικὴ Bekk.] δοτικὴν)[*](La Roche Textkr. p. 130. 30. τετάρτῃ Lehrsius] τρίτω)
82

494. ὃς δέ κεν ὕμεων ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν.

495. * ὅτι διαστέλλει τὸ βαλεῖν καὶ τύψαι.

498. *καὶ οἰκος καὶ κλῆρος καὶ ἡ οὐσία καὶ ὁ βίος.

κλῆρος χωρικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι καταλαβόντες χώραν κλήρῳ αὐτὴν διενέμοντο.

505. ἐμβαδόν πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. οἱ δὲ τὸν ἐμβατήριον ῥυθμὸν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν εἰς τὴν πατρίδα.

ἐμβαδὸν ἵξεσθαι ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ τὰς καησομένας ναῦς, ἢ καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι.

511. βέλτερον ἢ ἀπολέσθαι ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολὰς, ἀλλʼ ἐκ τοῦ ἢ αὐτοσχεδίῃ, βέλτερον ἢ ἀπολέσθαι καθ’ ἕνα χρόνον περὶ ἓν μέρος, πρότερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος, βέλτιον καθʼ ἕνα χρόνον συντόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ στρεύγεσθαί ἐστι στραγγίζεσθαι κατʼ ὀλίγον ἐκλείποντας.

διαστολὴ δὲ ἐπὶ τὸ βιῶναι· μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ λόγος, ἢ ἀποθανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς καταπονεῖσθαι.

513. *ὧδʼ αὕτως οὕτω γραπτέον, ὁδʼ αὕτως.

*ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως.

515. Σχεδίον ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν καταλόγῳ (Il. 2, 518)· καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀνῄρηνται· ἀλλʼ ἐκεῖνος μὲν Ἰφίτου πατρὸς, οὕτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.

518. Κυλλήνιον ὅτι οὐκ ἀπὸ Κυλλήνης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους, ἀλλʼ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη. ἀρχὸς γὰρ Ἐπειῶν. οὗτοι δέ εἰσιν Πλεῖοι.

525. Δόλοψ ὅτι οὕτος Τρωϊκὸς Δόλοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ [*](10. ἐλπίζετε] ἐλπίζεται δὲ τὸ ἡ δηθὰ στρεύγεσθαι. ὁ γὰρ λόγος) [*](14. Haec Lehrsius (ad Hero- 22. αὕτως] αύτως dian. p.458) sic corrigit, διαστολὰς, 26. πρὸς τὰ περὶ Πυλαιμένους] ἀλλὰ τὸ ἐκ τοῦ ἀπολέσθαι ἔνα χρόνον Vid. ad vol. 1 p. 133, 11. ἠὲ βιῶναι περὶ ἐν μέρος, πρὸς ἕτερον)

83
Πριάμου, ὁμώνυμος τῷ ἐν τῇ Λ (302) Δόλοπι “καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον.”

530. γυάλοισι ὅτι τὰ κύτη καὶ τὰ κοιλώματα τοῦ θώρακος γύαλα, οὐχ ὡρισμένος τόπος.

531. *ἤγαγεν ἐξ Ἐφύρης ἐν ἄλλῳ ἠγάγετʼ ἐξ Ἐφύρης.

ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου. δῆλον δὲ ἐκ τοῦ Σελλήεντος, ἀφʼ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπʼ Ἀσίου ἕτερός ἐστι Σελλήεις ποταμός (Il. 2, 839).

536. κύμβαχον τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, ὅθεν καὶ κυβιστᾶν. ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ ἀκρότατον.

538. νέον φοίνικι φαεινός ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ πεφοινιγμένος, ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα.

540. * ἦλθεν ἀμύντωρ γρ. ἐν ἄλλῳ ἦλθʼ ἐπαμύντωρ.

541. *τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι.

544. ἐεισάσθην ὅτι ἀμφίβολόν ἐστι πότερον ἐφώρμησαν, ἀπὸ τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον τοῦ συλῆσαι τὸν νεκρόν.

545. κασιγνήτοισι ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς. σημειοῦνται γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν· ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.

548. ἐν Περκώτῃ ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον· πρὸς γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται.

554. *ἀνεψιοῦ τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον.