Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

245. δασυντέον τὸ ἧ σαι· προείρηται δὲ περὶ τούτου. τὸ δὲ ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ ὀλιγοδρανέων. τὸ δὲ ἦ πού τί σε, ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον.

252. *ὄψεσθαι Ἀρίσταρχος ἵξεσθαι, καὶ οὐκ ἄχαρις ἡ γραφή.

ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθόμην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις (Il. 11, 532) “τοὶ δὲ πληγῆς ἀίοντες,” ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος.

256. χρυσάορον ἤτοι χρυσοφάσγανον, ἢ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἔχοντα ἢ τῆς κιθάρας, οὐκέτι δὲ τοῦ ξίφους· ἁγνὸς [*](1. *ἑαυτῆς—ἐπέχουσα] αὺτῆς— 12. ἀναπνεῦσαι Bekkerus] ἀναπλεῦ- ὑπέχουσα) [*](3. *Ἀμαλθείας] ἀμαλθίας 14. ἠθετοῦντο] ἠθετοῦνται (sic).) [*](7. Ἀχαιῶν et ὅτι ἤρωας addidit Conf. schol. ad v. 56. Cobetus. ὅτι refertur ad διπλῆν. 15. In marg. inter. διὰ τοῦ) [*](11. ἔγειρε Bekkerus] ἐγεῖραι τόφρʼ ἂν Ἀχαιοὶ αἱ Ἀριστάρχου.)

74
γὰρ ὁ θεός. καὶ Πίνδαρος χρυσάορα τὸν Ὀρφέα φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα.

Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν, καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς. ἀπειλοῦντος δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον, ἀφʼ ἧς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη, ἔλαβε δὲ παρʼ αὐτοῦ τὴν λύραν· ὅθεν καὶ χρυσάωρ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.

263. τὸ ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, ἵνʼ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον.

265. εἰωθὼς λούεσθαι ἀπὸ τούτου ἕως τοῦ “ῥίμφα ἑ γοῦνα φέρει” (268) ἀθετοῦνται στίχοι δ', καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐπʼ Ἀλεξάνδρου (Il. 6, 508)· καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται, ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν ὁμοιότης. καὶ τὸ “κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει” ἐφʼ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι προκειμένους τῶν ἠθετημένων δύο στίχους δεῖ μένειν, πρὸς σὓς καἰ ἡ ἀνταπόδοσις γίνεται.

271. κεραὸν τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφορεῖ. τί οὖν ἐστὶ τὸ “ χρυσόκερων ἔλαφον θήλειαν” παρὰ Πινδάρῳ (Ol. 3, 52) λεγόμενον;

272. ἐσσεύοντο Ἀρίσταρχος ἐσσεύαντο διὰ τοῦ α, καὶ ἅπασαι.

273. λίβατος ἧς ἁμαρτάνομεν τῆς βάσεως. εἰ δὲ ἦν ὑφʼ ἡλίου μόνου βαινομένη, ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, ἦν ἂν “τὸν μέν θʼ ἡλίβατος πέτρη.”

δάσκιος ὕλη ἡ λίαν σκιώδης ἢ δασύσκιος. τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει, ὡς καὶ ἀλλαχοῦ “ἐκ νομοῦ ὕλης πιόμενος” (Od. 10, 159).

[*](1. * τὸν] om. 11. σύνδεσμον] συν)[*](“φησὶ] φασὶ 12. Asteriscus et obelus prae-)[*](5. *ἀπειλοῦντος] ἀπειλουμένοι fixus.)[*](8. χρυσάωρ] χρυσιἄορ. Idem 26. εἰ δὲ ἦν—βαινομένη—ἦν ἄν vitium in gl. Hesychii contra Bekkerus] οἱ δὲ ἣν—βαίνομεν—ἵνʼ ᾖ seriem. V. Thes. vol. 8 p. 1714.)
75

275. λίς παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν.

277. πάλιν τὸ εἵως ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμὴν, ἀλλὰ στιγμὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν.

280. πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός τὰς ψυχὰς ἐταπει- νώθησαν ἅπαντες, λιποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχρν.

288. ἦ διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐτόν.

*ὅτι τὸ θήν ἀντὶ τοῦ που.

293. *ὅτι πρόμος σαφῶς ὁ πρόμαχος.

297. * ὥς κεν γράφεται καὶ εἴ κεν.

298. δούρατʼ ἀνασχόμενοι ἤτοι συναπτέον τῷ ἀντιάσαντες, ἢ διασταλτέον ἀπʼ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς στείομεν δούρατʼ ἀνασχόμενοι.

299. *τὸ θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι.

301. *Ζηνόδοτος καὶ Ἀριστοφάνης Αἴαντε δυϊκῶς.

302. Μέγην Ἀρίσταρχος βαρύνει ὡς “Μέσθλην τε Γλαῦκόν τε” (Il. 17, 216)· καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν· τὰ γὰρ εἰς ης λήγοντα, φασὶ, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, λέβητα Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου “Φυλείδην τε Μέγητα” (Il. 19, 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἀπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν (“πέρσεν δὲ πόλιν θείοιο Μύνητος” Il. 19, 296), ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως “Μύνου τʼ Ἐπιστρόφου τε.” μύκητα τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ “καὶ ἐπαφήσας [*](13. αὐτοῦ Friedl.] αὐτῶν της Lehrsius.) [*](23. Φυλείδην] φυλλείδην 27. ἐπεὶ τὰ] ἔπειτα Lehrsius.) [*](30. τε Gaisfordus ad Choerobosc.) [*](24. ἔχει] ἔχῃ) [*](Θάκητα] θαλῆτα p. 140, 3] γε. V. quae ad Sophoclis) [*](26. τὰ εἰς της] τὰ ῥηματικὰ μὴ εἰς fr. 57 dixi.)

76
τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα.” ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν· “ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν.” καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὁμοιον δύναται εἶναι καὶ τὸ Μέγης.

305. *ἡ πληθὺς—ἀπονέοντο πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς ἀπήντηκεν.

307. *βιβάς Ἀρίσταρχος βιβῶν.

βιβῶν πᾶσαι εἶχον. Ζηνόδοτος βοῶν, ἐπεὶ καὶ ἑξῆς φησὶν “ἐκὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα” (321).