Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. αὐτὰρ ἐπεὶ ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον” (Il. 14, 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν.

διά τε σκόλοπας ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). τὸ ἑξῆς, διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος.

ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τῶν πολεμίων.

2. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.

πολλοὶ δὲ δάμεν ὁμοίως τῷ “πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν, οἱ δʼ ἐλίποντο” (Il. 12, 14) καὶ τῷ “φάνεν δέ οἱ εὐρέες ὦμοι” (Od. 18, 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ.

φεύγοντες ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀντα- πόδοσίς ἐστιν αὐτῷ οἱ μὲν δὴ παῤ ὄχεσφι.

3."ἡ ὑπό πρόθεσις ὑπαί ἐγένετο ὁμοίως τῇ “ὑπαὶ πόδα νείατον Ἴδης” (Il. 2, 824)· καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ [*](12. *φύγοι] φύγῃ) 15. τὸ ἑξῆς] *ἢ τὸ ἑξῆς) [*](13. *προσέθηκεν] om. 21. τῷ—τῷ Bekkerus] τὸ—τὸ) [*](14. ὡς] *ὡς τὸ 26. αὐτῷ] ἀπὸ τοῦ Friedl.)

60
ὑπαὶ δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί, εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα ἀνάπαυσις οὐκ ἀδόκιμος.

τὸ ὑπαὶ δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς. ἡγουμένοις· ἤτοι γὰρ χλωροὶ ὑπὸ δέους, ἢ ὑπὸ δέους πεφευγότες.

δείους εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρσευς πλῆσεν (Il. 17, 573) ἐξ Ἐρέβευς ἄξοντα” (Il. 8, 368) “ἡμετέρου δʼ οὐκ ἔστι γένευς” (Od. 15, 533)· ἢ ἐντελῶς “βέλεος δέ σε τείρει ἀκωκή” (Il. 13, 251) “ἄστεος αἰὲν ὑπὲκ κατʼ ἀμαξιτόν” (Il. 22 146). ἀλλὰ νῦν ἡ κακοφωνία τῆς φωνῆς κράσει ἐποίησεν αὐτὸν χρήσασθαι, καὶ ἐν τῷ “ἥ ῥα κατὰ σπείους” (Od. 9, 330).

8. μετὰ δέ σφι ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. ἕνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους.

10. ἔνιοι δὲ τὸ εἵαθʼ ψιλῶς· “ἔνθʼ ἄρα οἱ μύλαι εἴστο” (Od. 20, 106) ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίως καὶ ἐπὶ τοῦ “εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τʼ ἄλλαι εἴωθʼ ὁμηγερέες” (Il. 24, 83)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίστασιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν. διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγκάμνοντας. αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῆ μὲν κοινῶς εἰπὼν “τοῖοι δʼ ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων” (Il. 3, 153). πῆ δὲ Ἰωνικῶς “οἱ δʼ ἕατ’ εἰν ἀγορῇ” (Il. 7, 414), πῆ δὲ ἐπενθέσει τοῦ ἴ πάλιν χρησάμενος Ἰωνικῶς “εἴατο καὶ προὔχοντες” (Od. 3, 8), ὡς καὶ τὸ προκείμενον.

Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὢν, διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ “δοκέεις δέ μοι οὐκ ἀπινύσσειν” (Od. 5, 342). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ [*](9. * ὑπἐκ] ὐπὲρ 16. γλαφυρῷ] γλαφυρῇ) [*](10. *κράσει] κρᾶσιν 19. ἐπίστασιν Bekkerus] ῤπίτα-) [*](14. δὲ dictum est, quia hoc σιν scholion legitur post scholion in- 22. ἑταίρους Bekkerus] έτέρους ferius p. 61, 6, verbis κέαρ ἀπινυτῶν 30. τοῦ (τ scriptum in codice) finitum. delet Lehrsius.)

61
Ἀλεξίων καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι οἳ ἄλλως διέστειλαν, σὓς ἐλέγχει ὁ Ἡρωδιανός.

Ἀριστοφάνης κῆρ ἀπινύσκων, διὰ τοῦ κ· ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σσ “δοκέεις δέ μοι οὐκ ἀπινύσσειν” (Od. 5, 342).

ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ, εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν.

11. *αἷμ’ ἐμέων πρὸς τὸ “αἷμ’ ἀπέμασσεν” (Il. 14, 437) τοῦτο ἄν τις σημειώσαιτο.

οὔ μιν ἀφαυρότατος ὅτι τὸ ἐναντίον ὑπακουστέον, ἀλλʼ ἰσχυρότατος· οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ “δὸς φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος” (Od. 17, 415).

14. ἀμήχανε ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη μηχανὴν εὑρεῖν, ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι· ὅπερ καὶ θέλει εἰπεῖν.

15. Ἕκτορα δῖον ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα. πρὸς τὸ μὴ ὑποπτεύειν τὰ ἐν Ὀδυσσείᾳ (1, 65) “πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.”

17. *οὕτως διὰ τοῦ η, ἐπαύρηαι.

ἐπαύρηαι προπαροξυτονητέον ὁμοίως τῷ “εἰσόκε τοὺς ἀφίκηαι” (Od. 11, 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. ταυτὸν δὲ λέγομεν καὶ περὶ τοῦ “σὺ δέ κεν κακὸν οἶτον ὄληαι” (Il. 3, 417)· καὶ γὰρ οὗτος μέσος δεύτερος ἀόριστος.

18. *διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι.

τοὺς τῆς Ἡρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν αἰθέρα συμπλοκήν. διὰ τοῦτο οὖν φησὶ χρύσεον ἄρρηκτον, ἵνʼ ᾖ δυσδιαχείριστον, ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ δυσδιάλυτον. ἄκμονας δὲ δύω τὰ βαρύτατα τῶν στοιχείων, γῆν καὶ θάλασσαν. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω.” ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς [*](1. ἄλλως Bekkerus] ἄλλους 18. *πρὸς τὸ μὴ ὑποπτεύειν] οὐχ) [*](17. Ἕκτορα] Addendum καλεῖ, ὑποπτεῦον οὖν quod est in scholio simillimo v. 23. σὺ δέ] οὐδέ 223.)

62
ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετʼ αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δʼ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, σὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν A ῥαψῳδίαν(587), ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθον.

21. * ὅτι μακρὸς ὁ Ὄλυμπος ὡς ὄρος.

22. παρασταδόν τοῦτο τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, λῦσαι δʼ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστάμενον ἢ λύοντα.

23. *ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατʼ ἀμφοτέρους τοὺς τόπους (cf. Il. 1, 591).

24. * Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ θυμός. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ· “οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται” (Il. 21, 122).

*συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ εἴρηται.

26. πεπιθοῦσα ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν“ῥηϊδίως πεπιθεῖν” (Il. 9, 184).

27. *Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει.

ἀτρύγετον ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ, ὑπὲρ τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

31. * ἀπολλήξῃς διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου.

33. *οὔτε παρὰ Ζηνοδότῳ οὕτε παρʼ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιττός ἐστιν.

37. Στυγὸς ὕδωρ ἐπεὶ ἡ Στὺξ καὶ κατὰ τὸν Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ, ὥς τινές φασιν, ἵτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ, ἣν ἐν Ἅιδου ὅρκον φρικτὸν αὑτῶν οἱ θεοὶ πεποίηνται [*](3. αἰθέρος Vill.] ἀέρος 9. μὐθον Bekk.] μἰθος) [*](5. ἀκοπίαστα] ἀκοπίἆ 16. *Ὁμηρικῆς] ἀρισταρ))

63
βουλήσει Διός. ἀπὸ δὲ τοῦ ἴστω νῦν τόδε γαῖα πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι· ἐνταῦθα γὰρ στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου.

41. μὴ δι’ ἐμὴν ἰότητα ἀντὶ τοῦ οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ, ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκσι. οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.

μὴ διʼ ἐμὴν ἰότητα ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι συνεργεῖ κοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ ἀρνήσεως τῆς οὔ.