Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

183. τρίγληνα πολλῆς θέας ἄξια. τρίκοκκα, ἢ τριπρόσωπα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ἢ τρίκορα, ἔχοντα τρεῖς κόρας, τὰς Χάριτας. ἢ πολλῶν κοσμίων ἄξια· γλήνεα γὰρ τὰ κόσμια, ὡς καὶ ἀλλαχοῦ φησιν “ὃς γλήνεα πόλλʼ ἐκεχάνδει” (Il. 24, 192). τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον.

[*](17. Scholion in ine defectum: 27. καὶ ἀραρυίῃ addidit Vill. v. Friedl. Nic. p. 230. 30. ἢ addidit Bekkerus.)
43

τρίγληνα, μορόεντα ἡ διπλῆ, ὅτι τρίγληνα τρίκορα, ὡς τριῶν ζῳδίων ἐφʼ ἑκάτερον δεδημιουργημένων. μορόεντα δὲ πεπονημένα τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆσαι.

μορόεντα οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν διαστολὴν, καὶ ὁ Ἀσκαλωνίτης. καὶ οὕτως ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺς ἀπὸ τοῦ ᾱ τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς κατεπείγοντος.

185. * λευκὸν δʼ ἦν ἐν ἄλλῳ λαμπρὸν δʼ ἦν.

189. * τῶν ἄλλων ἀπάνευθε θεῶν μᾶλλον τοῖς ἐπάνω τοῦτο προσδοτέον.

195. * ἄνωγεν ἐν ἄλλῳ ἀνώγει.

196. εἰ δύναμαι τελέσαι γε ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖ, ἢ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς τελείωσιν.

198. * δὸς νῦν μοι ἐν ἄλλῳ δός μοι νῦν.

201. θεῶν γένεσιν θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖόν τινες τῶν φυσικῶν εἶπον τὸ ὕδωρ καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ τρία· ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δὲ τὴν γῆν φησὶν, οἱονεὶ τιθήνην τινὰ οὖσαν καὶ τροφὸν πάντων.

202. * οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ οἵ μʼ ἐν σφοῖσι.

203. * Ῥείης διὰ τοῦ ᾱ Ῥείας αἱ Ἀριστάρχου. οὕτως καὶ Ἀριστοφάνης.

205-207. τοὺς εἶμʼ ὀψομένη ὅτι νῦν καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (303) οὐκέτι.

206. * ὅτι παραλλήλως δηρόν καὶ χρόνον.

208. κείνω κείνων σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος δὲ ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν· ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζεσθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς.

209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι ὅτι τὸ ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλʼ ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον.

[*](5. οὕτως addidit Lehrsius. 21. οἵ μʼ ἐν] οἵ με: sed in marg.)[*](14. ἢ] καὶ Friedl. adscriptum οἵ μʼ ἐν σφοῖσι, quod)[*](16. δός μοι νῦν] δὸς νύν μοι νῦν recepi. Conf. ad v. 303.)
44

213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. προηθέτει δὲ καὶ Ἀριστοφάνης.

214. ἦ καὶ ἀπὸ στήθεσφιν ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς φιλότητος καὶ ἱμέρου καἰ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα, ὡς ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπʼ ἄλλου λέγει “ ἄγχε δέ μιν πολύκεστος ἱμάς” (II. 3, 371).

216. * ἐν δʼ ὀαριστύς ἔν τισι τῶν ὑπομνημάτων ἡδʼ ὀαριστύς.

216, 217. ἐν δʼ ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ ὀνόματα· τὴν γὰρ παραλογιστικὴν ὁμιλίαν διʼ ἀμφοτέρων δηλοῖ.

218. *τόν ῥά οἱ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν.

219. τῆ νῦν τοῦτον ἱμάντα ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ τῆ λάβε ἐστίν.

221. ἄπρηκτόν γε νέεσθαι τουτέστι πορεύεσθαι· οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ γενέσθαι γενέεσθαι γένηται.