Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

506. *τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα γράφεται τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

509. ἀνδράγρια ὡς ἀντάξια. καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εἶδος· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια.

ὅτι νῦν καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ εἴρηκεν ἀνδράγρια. τινὲς δὲ ἀθετοῦσι διὰ τὸ ξένον τῆς λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν ἀγρευόμενα, ἢ ἀντὶ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλʼ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν. ἐκ δὲ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; ποὔτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν. δεῖ δὲ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον τοὺς προπεσόντας ἐσκύλευσαν.

516. Υπερήνορα ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ, οὗ μέμνηται κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος· “οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθʼ οτε μʼ” (Il. 17, 25). ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται, κατʼ ἐπιδρομὴν ἐκφέρων τοὺς ἀνῃρημένους.

517. * οὔτασε καλλαπάρην γράφεται οὖτα κατὰ λαπάρην.

518. * ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπὸ τοῦ οὔτασε.

[*](6. πέφραδε] Obelus praefixus, 14. ἀνδράγρια] ἀνδάγρια hic et i.e. ἀθετεῖται. infra.)[*](9. γεράνοισιν Bekkerus] γέρων 16. ἔν Ὀδυσσείᾳ] Non legitur. οἶσιν. Alii aliter: v. Schneider. 18. *ἀπὸ] ὑπὸ ad fr. 518 p. 668.)
59

521. τὸ μὲν ὁμοῖ οςὡς ἀλλοῖος ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστὶν Ἀττικῶν. τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι· ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων.

522. ὅτι οὐ λέγει τρεσσάντων δεισάντων, ἀλλὰ φυγόντων· “τρέσσαι δʼ οὐκέτι ῥίμφα πόδες φέρον” (Il.13, 515).

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.