Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

693. στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵνʼ ᾖ ὁ λόγος, ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ μὴ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι.

[*](1. σʼ αὐτόν] σαυτόν Nauck. Aristoph. p. 31 pariterque 5. τῶν addidit Bekkerus. apud Athen. 6 p. 228 d Ἀρι- 9. ἐκείνῳ· “σόον] ἐκεῖνο σῶον στοφάνης ὁ Βυζάντιος νεωτερικόν 10. σοῷς καὶ σαῷς] κόως καὶ (νεώτερον codex) φησιν εἶναι τὸ—. 22. ἀπιστησόμενος] ἀπιστηθησό- σάωις 15. In marg. inter. repetuntur μένος Nauckius. verba ὅτι θηλυκῶς τὴν Ἴλιον. 23. τὸ] διὰ τὸ ViIl. 17. Ὀδυσσεὺς] ο, usitato huius 24. *λοιτούς] λόγους 26—28 ante 23 in A. nominis compendio. 21. νεώτεροι] νεοωτερικοὶ recte 27. μὴ addidit Friedl.)
338

694. καὶ τὸν “μῦθον ἀγασσάμενοι” Ζηνόδοτος μὲν οὐ γράφει, Ἀρίσταρχος δὲ ἀθετεῖ.

*μῦθον ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει.

ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύ- οντος τὰ ὑπʼ Ἀχιλλέως εἰρημένα;

*ἀγόρευσε] γράφεται ἀπέειπε.