Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

480. *ἐς Πηλῆα ἄνακτα] γρ. ἐς Πηλῆα ἄναχθ’.

[*](16. In marg. inter. ἐν ἄλλῳ ἐν finiti (:—) αἰθούσῃ, et sic in scholio quoque *ἔσω οἶκος] ἔποικος αἰθούσσῃ et αἴθουσαι et αἴθουσα, 22. ἄλλο] ἄλλο πῦρ Vill. et in scholio v. 473. 24. οἱ addidit Friedl. 19. Post τάξιν signum scholii 26. εἰναι post φασιν addidit Vill.)
326

481. ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσ- βύτερος Πηλεὺς Φοίνικος.

482. δυσωπητικὰ Ἀχιλλέως ταῦτα, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

484. Δολόπεσσιν ἀνάσσων] Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ καταλόγῳ.

485. καί σε] οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντι- διαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον.

488. γούνεσσι] οὕτως διὰ τοῦ ε, γούνεσσι· ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα.

489. ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοὶ, καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεὺς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη.

492. * Ἀρίσταρχος πολλὰ πάθον καὶ πολλὰ μόγησα.

494. ἀλλὰ σὲ παῖδα] ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δεί- ξεως.

496. ἀλλ’, Ἀχιλεῦ, δάμασον] ἐμφαντικῶς τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ δμηθήτω (158).

497. στρεπτοὶ] εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπειστοι. ἐναν-] τίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ “οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος” (Od. 3, 147). λύοιτο δʼ ἂν προσώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι.

*στρεπτοὶ] εὐμετάστρεπτοι καὶ ἵλαοι τοῖς μετανοοῦσι.

500. *ἐν ἄλλῳ λοιβῆς τε κνίσης τε.

502. ἀνειδωλοποιεῖ τὰς λιτὰς ὡς δαίμονάς τινας. χωλὰς μὲν οὖν αὐτὰς κέκληκεν διὰ τὸ βραδέως καἰ μόλις προσιέναι καὶ γονυκλινεῖς λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ὦσιν.

ῥυσάς τε καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βραδέως καὶ οὐ γεγη- θότι τῷ προσώπῳ οὐδὲ ὀρθῷ τῷ βλέμματι προσορᾶν δύνανται τοὺς [*](4. *ἐτίμησεν] ἠτίμησεν finiti ( :—) 20. *θυμοῦ] δεσμοῦ 32. ῥυσάς τε] *ῥυσὰς 31. Post ὧσιν signum scholii 33. *οὐδέ] οὔτε)

327
προηδικημένους, παρʼ ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ αὐτὰς θυγα- τέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι.

503. παραβλῶπες] διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύ- οντες ὑπὲρ τοῦ ἐλεεινοὺς φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν καὶ τὰς θέας ἔχοντες. προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύ- κλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων.

504. *ἀλέγουσι] τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς ἄτης γινόμενα.

505. *ἀρτίπος] ὁ τοὺς πόδας ὁλόκληρος. πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ ἀελλόπος καὶ τρίπος.

*ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.

506. * ὅτι Ζηνόδοτος γράφει φθονέει.

509. ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον.

*εὐξαμένοιο] Ἀρίσταρχος εὐχομένοιο.

512. *ἀποτίσῃ] γράφεται ἀποτίνῃ.

516. ἐπιζαφελῶς] ὡς χαλεπῶς. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δὲ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρντόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λῶς ἐπιρρή- ματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεὶ περισπᾶσθαι, ἐντελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως ἰκέλως.

*ἐπιζαφελῶς] περισπωμένως· τὸ δὲ ζάφελος ὄνομα βαρύνεται.