Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

393. σόωσι] Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεὶ, φησὶ, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν “ἥ κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν” (424) καὶ τὸ δεύτερον “ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν” (681). Ἀπίων δὲ διὰ τοῦ α γρά- φει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· “σάωσε δὲ νυκτὶ καλύ- ψας” (Od. 5, 103) καὶ “ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ” (Od. 13, 230). καὶ ἐπὶ μέλλοντος “κερδαλέης, εἴ τίς κεν ἐρύσεται ἠδὲ σαώσει” (Il. 10, 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστὶ καὶ ὁ Ἀσκα- λωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· “τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους” (Od. 9, 430.)

394. Ἀρίσταρχος γυναῖκά γε μάσσεται.

395. Ἑλλάδα] Ἀρίσταρχος παρʼ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καὶ Ἕλληνας τοὺς Θεσσαλοὺς, παρακολουθῶν Θουκυδίδῃ, καὶ ἀθετεῖ τὸν στίχον τοῦτον “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς” (Il. 2, 530). καὶ ἐν ἐκείνῳ δὲ τῷ τόπῳ πάλιν ἀκούει “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο” (478).

ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς·” (Il. 2, 530) “καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος” (Od. 4,726.)

397. *ἐθέλοιμι] Ἀρίσταρχος ἐθέλωμι.

398. ἔνθα δέ] δύο μέρη λόγου· “ἔνθα δέ τοι θάνατος” (Il. 390) “ἔνθα δέ κʼ αὖθι μένων (Od. 5, 208) “ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχεος (Il. 22,16).

399. *γήμαντι] οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ γή- μαντα.

μνηστὴν ἄλοχον] τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστὴν, ἐπεὶ δῶρον δίδοται.

[*](1. αὐτῷ] ὅμως δὲ ὠρθοτονήθη ad- 13. τὼ δʼ ἑτέρω] τὸ δʼ ἕτερος 19. ἐν addidit Vill. dit Lehrsius. 4. σοῶ] σωῶ 20. φεῦγον] φεύγων 5. ἥ κέ σφιν] ἣ καί σφιν 21. Θετταλικὴν] Θετταλίαν Vill. 6. σοῷ—σοῷς] σοῶ—σώῳς 25. ἐθέλωμι] ἐθέλωμαι 9. σάω μὲν] σαώσωμεν)
322

400. τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷʼ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα.” φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν.

401. οὐ γὰρ ἐμοὶ ψυχῆς] ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυ- χῆς. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν. ἄμεινον οὖν ἐμοί γράφειν.

*ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν ἐμῆς ψυχῆς, οὐκ εὖ.

404. ἀφήτορος] οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως, παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους. ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πένητι καὶ πλουσίῳ. ἢ τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως.

πρὸς τοὺς γλωσσογράφους, ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας. καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε “νηοῦ Ἀπόλλωνος.” ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον, ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις.

405. *Φοίβου Ἀπόλλωνος] ὅτι γράφει Ζηνόδοτος νηοῦ Ἀπόλ- λωνος.

Πυθοῖ ἔνι] πόλις Πυθὼ Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. κέκληται δὲ ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθέντα τὸν τοῦ χρηστη- ρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυσθῆναι, ὅ ἐστι σα- πῆναι.

406. ληῖστοὶ] ἀπὸ λείας κτητοί· λεία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα.

409. *ἑλετή] ἀντὶ τοῦ οὐ δεκτική.

ἐπεὶ ἄρ κεν] ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόν- των· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα.

416. ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν. καὶ γὰρ κατὰ τὸ κοινὸν ἐπιλέγεται “οὐδέ κέ μʼ ὦκα.” δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ ἄφθιτον ἔσται.

*εὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.

[*](1. πατρῷʼ] πατρῷα A. Est versus versui habet διπλῆν περιεστιγμένην.· Menandri ap. Stobaeum Flor. 68, 22. *υσθῆναι] πυθῆναι 30. κατὰ τὸ κοινόν] κατὰ τὸ περισ- 2. *φησὶν οὖν] φησὶ γοῦν σὸν Lehrsius. 17. ὅτι om. A, sed praefixam κέ μ’] κ)
323

417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς, τεχνικῶς δὲ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

419. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπί- δες. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι ματαία ἐστὶν αὕτη ἡ γνώμη ἣν ἐποίησαν οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι.

426. ἀπομηνίσαντος] ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐ- θεῖαν οὕτως οἶδεν “ἀπομηνίσας” (Il. 2, 772). οὕτως οἶδε καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀνα- γνωστέον.

431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπό- τομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως δὲ διέθηκε τὸν Ἀχιλ- λέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.

434. μετὰ φρεσὶ βάλλεαι] κατὰ νοῦν ἔχεις.