Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

354. Σκοιάς τε πύλας] ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αί αὐταί. ἡ δὲ δρῦς πρὸ τῆς Ἰλίου ἦν.

356. *πολεμιζέμεν] γράφεται καὶ πολεμίζειν.

358. * ἀντὶ τοῦ κινήσαντος.

360. Ἑλλήσποντον] ἀντὶ τοῦ διʼ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρακειμένη τῇ Τροίᾳ, οὕτως προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς.

ἰχθυόεντα] καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ Βόσπορος.

364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος, ὅτι μοι, φησὶν, οὐ χρεία αὐτῶν ἔχοντι πολλὰ, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδέξατο.

ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησὶν, ἐνθάδε μετὰ φθορᾶς παραγινόμενος.

366. πολιόν] λαμπρόν· ὀξυνθεὶς γὰρ ὁ σίδηρος λευκότερος γίνε- ται.

367. * ἅσσ’ ἔλαχόν γε] γράφεται καὶ ἅσσα λέλογχα.

ὅτι παραπλησίως καὶ κατʼ ἀρχὴν τῆς μήνιδος λέγει “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300). τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβε, τὴν δὲ Βρισηίδα ἐξαίρετον παρʼ Ἀγαμέμνονος.

368. *ἐφυβρίζων] γράφεται καὶ ἐνυβρίζων.

371. ἐξαπατήσειν] διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρὸς, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέ- χειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν.

372. αἰὲν ἀναιδείην ἐπιειμένος] δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθʼ αὑτὸ προφέρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον.

[*](15. *φησὶν] om. 26. γράφεται addidit Bekkerus.)
320

375. ἐκ γὰρ δή] παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτο- τελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαὶ, ἕως τοῦ ἐν καρὸς αἴσῃ.

376. ἐξαπάφοιτʼ] ἐξαπατήσειεν. ἡ μεταφορὰ ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.

378. ὅτι συνέσταλται Ἰακῶς ἐν καρός ἀντὶ τοῦ ἐν κηρός· ὅμοιον γάρ ἐστι τῷ “ἶσον γάρ σφισι πᾶσιν ἀπήχθετο κηρὶ με- λαίνῃ” (Il. 3, 454). οἱ δὲ κάρα τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν τοῦ ἔθνους, σὒς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὕτε ἤσθιον οὔτε ὠνόμαζον· ἔγκαρος οὖν τοῦ ἐγκεφάλου. ἢ ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου· πρῶτοι γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ καὶ ἔδοξαν εἶναι ἀτιμότατοι.

379. ἤτοι καθʼ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν κοιναὶ λαμ- βάνωνται ἀρνήσεις· “οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδʼ ἄν ἴτ’ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν, οὐδʼ εἴ μοι δεκάκις τε” καὶ τὰ ἑξῆς. διασταλτέον καθʼ ἕκαστον, ἢ ὑποστικτέον πάντα ἕως τοῦ “ψάμαθός· τε κόνις τε,” ἵνα ἀνταποδίδωται “οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ.”

381. γράφεται οὐδʼ ὅσʼ ἐς Ὀρχομενόν καὶ οὐδʼ ὅσα Θήβας.

382. *ὅθι] γράφεται καὶ ἡ ἀντὶ τοῦ ὅθι.

383. ἀνʼ ἑκάστας] ὅτι ἀνʼ ἑκάστας πληθυντικῶς τὰς πύλας, ὡς εἶναι ἑκατὸν τάγματα. οὕτως δὲ ἀνʼ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν, ἀλλὰ πύλας.

*Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ ἑκάστην.

385. καὶ οὗτος ὁ στίχος δύναται καθʼ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἐξῆς ὑποστιζόμενος κατὰ τὸ τέλος. ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμμος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει.

388. ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο, καὶ ἀπʼ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι, τῆς ἀνταποδόσεως οὔσης “οὐδέ μιν ὣς γαμέω·” ἢ διασταλτέον βραχύ ἐπὶ τὸ Ἀτρείδαο.

[*](11. *ἢ] om. ὅσ’ ἐς ὁρχομενὸν οὐδʼ ὅσα θήβας. 12. ἡ ὡς] ἄλλως ἢ ὡς 29. οὐ δὶς Lehrsius] οὐδεὶς, cum 20. οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν] οὐδʼ ὅσʼ η super utroque σὐ, i. e. ἠδ’. ἐρχομενόν: sed in marg. exter. οὐδʼ)
321

392. εἰς άπίῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅστις αὐτῷ· περι- σπασθήσεται οὖν, δείκνυται δὲ ἐν τοῖς περὶ ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἱ περιεσπάσθη ἀνακολούθως.