Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

314. * ὥς μοι δοκεῖ εἶναι ἄριστα] ἐν ἄλλῳ ὡς καὶ τετελεσμέ- νον ἔσται.

317. *μετʼ ἀνδράσιν] Ἀρίσταρχος ἐπʼ ἀνδράσι.

319. *ἐν δὲ ἰῇ τιμῇ] ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος.

321. περίκειται] ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπερισπᾷ· σημαίνει δὲ, φησὶ, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφʼ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ;

322. *πολεμίζειν] οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπα- ρέμφατον.

324. ὅτι οἱ γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, καθάπερ τὸ χοίνικα τὸ μέτρον καὶ τὸ μετρούμενον· “ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4, 287).

διὰ τοῦ ἄρα γράφουσι καὶ αἱ Ἀριστάρχου, κακῶς δʼ ἄρα οἱ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ.

325. ἴαυον] παρὰ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρὰ τὴν ἴαν τὴν μίαν· ἐμονομάχουν, ἢ διετέλουν.

326. *ἐν αἵματι ἢ ἐν μόχθῳ.

327. ὀάρων] γράφεται καὶ ἀόρων. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, ἀόρ δὲ, ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν καθὸ καὶ συνωρίδας τῶν ἵππων.

ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμιλίαι. νῦν δὲ λέγει τῶν γυναικῶν.

332. *ὁ δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου.

336. θυμαρέα] τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι [*](15. καθάπερ χοίνικα τὸ μετροῦν 21. ἐμονομάχουν in A ante παρὰ καὶ τὸ μετρούμενον Friedl. τὸ αῦω legitur. Transposuit Bekk. 18. In A lemma μάστακ’ ἐπεί 23, 24. ἀόρων Cobetus] ὁρέων— κε λάβησι: διὰ τοῦ ἀρα γράφουσι καὶ ὠρέων αἱ (γράφουσιν αἱ Vill.) ἀριστάρχσυ 27. Ante ὅτι ὄαροι in A. scrip- οὕτως δέ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ tum erat ο ἄοροι, sed deletum. τέ οἱ πέλει αὐτή :—In marg. inter. 30. ἀρέσκουσαν, θυμήρη Lehrsius] ἀρίσταρχος κακῶς δʼ ἄρα οἱ. ἀρέσκουσα θυμἡρει)

318
παρὰ τὸ ἄρω, θυμαρής. καὶ οὕτως ἀνέγνωμεν “ Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρές” (Od. 17, 199) διὰ τοῦ α. οὐ γάρ ἐστι παρώνυ- μον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ- νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης.

337. ἀνήγαγεν] ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι.

339. ἢ οὐχ Ἑλένης ἕνεκ’] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγα- μέμνονα ἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικη- θῆναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστὶ περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπʼ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπαριθμεῖται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.

342. τὴν αὐτοῦ φιλέει] ὁ Ἀσκαλωνίτης δασύνει, σύνθετον ἐκδεχό- μενος τὴν ἀντωνυμίαν· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγι- νώσκομεν “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ” (Il. 1, 271) καὶ “πυκάσασα ἓ αὐτήν” (Il. 17, 551). τί οὖν ἐστὶν ἐνθάδε λέγειν; ἢ ὅτι λείπει ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ πάντα κολούει” (Od. 8, 211). οὕτως καὶ ἐνθάδε “τὴν ἕο αὐτοῦ φιλέει.”

343. δουρικτήτη ὡς ἀριγνώτη, ἵνα τοῦ δουρίκτητος παρώνυμον ῇ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητὴς, ἀμφιρύτη περιξεστῇ.

345. * εὖ εἰδότος] καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών ἐστιν.

347. φραζέσθω] πρὸς τὸ ἐν Ὀδυσσείᾳ (8, 75) ζητούμενον νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος, ὅτι ἐμφαίνει καὶ νῦν ἀναιρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθή- σεσθαι τὴν πόλιν. νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει.

349, 350. ἐν τῷ περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασεν ἔκτοθι τάφρον, καὶ ἐν τῷ ἑξῆς περὶ δὲ σκόλοπας κατέπηξεν. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί.

*Ἀρίσταρχος καὶ ἤλασεν ἔκτοθι τάφρου.

[*](2. διὰ τοῦ α] ὀξυτόνως addit 26. Ὀδυσσέα Lehrsius] ὁδυσσέως Etym. M. 28. ἐν τῷ περὶ Ἰλιάδος καὶ Ὀδυσ- 16. διὸ] *ἀγνοῶν ὅτι Ὅμηρος οὐδέ- σείας] Inscriptio libri aliunde non ποτε συνθέτῳ κέχρηται ἀντωνυμία· διὸ cogniti, quam iure miratur Bern- 20. ἕο αὐτοῦ] ἑαυτοῦ hardyus in Hiat. Lit. Gr. vol. 1 25. ἀναιρῶν] ἀναίρων p.)
319

350. *βραχὺ διασταλτέον ἐπὶ τὸ εὐρεῖαν πρὸς ἔμφασιν.

353. ἀπὸ] δύναται τῇ γενικῇ συντάσσεσθαι, καὶ μὴ πάντως ση- μαίνειν τὸ ἄπωθεν.