Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

252. ὦ πέπον] ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ.

254. *τέκνον ἐμόν] σημειοῦνταί τινες ὅτι παρεῖται τὸ τάδε λέγων.

255. αἴ κʼ ἐθέλωσι] εὖ καὶ τὸ ἐθέλωσιν, ὡς οὐ δωσόντων, εἰ ἀνά- ξιος ὀφθείη τῆς δωρεᾶς.

256. ἴσχειν] ἐπέχειν, παύειν. τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται, οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησὶ, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως.

261. *χόλοιο] ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον.

262. οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν ἐν τοῖς ἐπάνω. καὶ νῦν δέ ἐστιν ὁ λόγος, ἄγε δὴ σὺ μέν μου ἄκουσον. ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δʼ ἄν σοι καταλέξαιμι, καὶ περισσὸς ὁ κε. τὸ εἰ παρακελευστικὸν ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διός “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συνδέσμου, τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλ- λαγέντος εἰς περισπώμενον ἀναγκαίως, καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης.

270. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας.

271. ὅτι τὰς ζ΄ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος (131) ἐν ταῖς ζ΄ καὶ τὴν Βρισηίδα τάττει· ἔστι γὰρ Λυρνησσία.

[*](1. ὅτι addilit Lehrsius. κε] καὶ 5. οὐκ οἶδεν] τὸ δἐ ὄνομα οὐκ οἶδεν 25. καλέσειε] κελεύει Friedl. 26. ἐπίρρημα] Id est εἷα: v. 24. καὶ περισσὸς] ἢ περισσὸς Lehrs. Arist. p. 325. Friedl.)
316

274. Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται.

279. *νηήσασθαι] ἀντὶ προστακτικοῦ.

292. *οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ καθόλου.

297. ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται.

299. *διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀριστάρχου.

300. κηρόθι μᾶλλον] ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, του- τέστι θανατηφόρον μοῖραν, ἢ ἐν τῇ ψνχῇ μισεῖται. μᾶλλον παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή.

302. τὸ κατὰ στρατὸν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς, τειρομένους κατὰ στρατὸν, οἷον καταπονουμένους ἤδη ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης· εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος, οἵ- τινες κατὰ πᾶν τὸ στράτευμά σε τιμήσουσιν ὡς θεὸν, οἷον πάντες ὁμοίως.

309. ἀπηλεγέως] ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκρι- μένως. ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ λῆξαι, ὃ ἐστιν εἰπόντα παύσασθαι. ἢ ἀπηλγημένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650), ὅτε ἀνάγκη καλεῖ, πολε- μήσειν.

310. *κρανέω] Ἀρίσταρχος ᾗπερ δὴ φρονέω.

311. *παρήμενος] γρ. παρήμενοι.

312. ὁμῶς Ἀΐδαο πύλῃσιν] ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;

313. οἵ χʼ ἕτερον] ὅτι δοκεῖ συγκεχύσθαι τὸ ἕτερον· ἔδει γὰρ ἕτερον [*](1. κούρη Vill.] κούρης 15. σε addidit Friedl. 2. ὀμεῖται] om. 18. *λῆξαι] ῥέξαι 6. τιμήσονται ὡς ἐλεύσονται] τι- 24. φρονέω] φρονίων (sic) μήσωνται ὡς ἐλεύσωνται 31. τὸ ἕτερον] τὸ ἄλλο πρὸς τὸ 13. στρατοπέδῳ] στρατοπαίδῳ ἕτερον Lehrsius.)

317
δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ πλειόνων τίθεται.