Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

215. ἐλεοῖσιν] ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς. δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι· ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς.

*ἔχευεν] ἐν ἄλλῳ ἔθηκεν.

219. θῦσαι] ἀπάρξασθαι. δεισιδαίμων δὲ, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται, καὶ ἀποπλεύσεσθαι μέλλων λέγει “αὔριον ἱρὰ Διὶ ῥέξας (357), καὶ “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221).

ὅτι θῦσαι οὐ σφάξαι, ὡς ὁ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος, ὁμοίως τῇ ἡμετέρᾳ συνήθει, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι θυηλὰς τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (14, 446) “ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν.”

220. θυηλάς] ὡς ἀπαρχάς. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύ- νεται, ὡς τὸ ἀνθήλη.

[*](2. τὸ ἀπὸ] τόπον ἀπὸ (vel ὑπὸ) 21. *αἱ μαγειρικαὶ τράπεζαι] om. Lehrsius collato schol. odyss. 18, 24. *μέλλων] om. 26. ὡς addidit Lebrsius. 4. *σιάλων] ἀπαλῶν ὁ Vill.] οὐ 6. ὄντος Cbetus] ὄντως)
313

222. ἐδητύος ἐξ ἔρον ἕντο] φαίνονται καὶ παρʼ Ἀγαμέμνονι, πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι, δειπνοῦντες· φησὶ γοῦν “αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμὸς, ὡρμῶντʼ ἐκ κλισίης” (177). ἄμεινον οὖν εἶχεν ἂν, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο “ἂψ ἐπά- σαντο,” ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλʼ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος] εἰς δύο στάσεις διεῖλε τὸν λόγον, τὴν παρορμητικὴν, τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσαι τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοι- ωτικὴν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν. κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ, δεδει- πνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός.

223. νεῦσʼ Αἴας Φοίνικι] διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων· ἐνόησε δὲ Ὀδυσσεύς. ζητεῖται δὲ διὰ τί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. ῥητέον δὲ ὅτι καὶ μάλα εἰκότως. οὐδὲ γὰρ μία ἦν ἐλπὶς προαποτυχόντων τῶν οἰκείων αὐτοῦ· ἐβούλετο δὲ προεκκενώσας τὴν ὀργὴν ἀναγκάσαι τι τοῖς οἰκείοις προσδοθῆναι χάριτος.

224. πλησάμενος δʼ οἴνοιο δέπας] πρὸς τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ἰρέγοντες τὰ ποτήρια. δεῖ δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ ὑπέθηκε “καί μιν φωνήσας.”

225. χαῖρʼ, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευὴς ἠμὲν— ἠδὲ καὶ ἐνθάδε νῦν] τὸ ἑξῆς ἐστὶ “δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα.” ἐκεῖνα γὰρ μεταξὺ τέθειται “ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν.” οὕτως Ἡρωδιανός.

χαῖρ’, Ἀχιλεῦ] ὅτι προστιθέασι τὸ σ, οὐκ ἐπιδευεῖς, κακῶς. [*](4. εἰ Bekkerus] om. vol. 2 p. 171. ἐπάσαντο Vill.] ἐπάσαντο ἢ ἐψʼ 13. στρατιὰν] στρατειὰν ἐπάσαντο A, quod αἶψʼ esse posse 26. ἐπιδευεῖς] ἐπιδευεῖς monet Cobetus. In marg. inter. 30. προστιθέασι] τινες addit est ἄμεινον φησὶν εἶχεν ἀρίσταρχος Lehsius. εἰ ἐγέγραπτο ἄψ ἐπάσαντο. De qua ἐπιδευεῖς] ἐπιδευεῖς opinione v. Cobet. Mnem. novae)

314
οὗτοι δὲ καὶ τὸ ἐξῆς περισπῶσιν “ἧμεν ἐνὶ κλισίῃ,” ἴνʼ ᾖ ᾗμεν ἐτνγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ σ.

226. Ἀγαμέμνονος Ἀτρείδαο] διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ ὅτι ὁ πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν· ἢ πάνυ ῥητο- ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.

230. ἐν δοιῇ] ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. περισπαστέον δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή.

232. *αὖλιν ἔθεντο] τὸν αὐλισμὸν ἐποίησαν, ἐστρατοπεδεύσαντο.

235. *ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσὶν, ἐν- σείσουσιν.

ἀλλ’ ἐμπεσεῖσθε ταῖς ναυσὶ διώκοντες ἡμᾶς.

236. Ἀρίσταρχος ὑφʼ ἓν μέρος λόγου τὸ ἐνδέξια, ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεσιν, ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον.

238. οὐδέ τι τίει] εὐτελίζει, φησὶν, οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν.

239. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέρας.

λύσσα] μανία. τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος.

240. ἠῶ] τὴν ἠῶ κατʼ αἰτιατικὴν πτῶσιν περισπαστέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνό- μενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἔξει ἐπʼ αἰτιατικῆς τὴν περισπω- μένην τάσιν.

241. στεῦται] διορίζεται· στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ (11, 548) “στεῦτο δὲ διψάων.”

ἄκρα κόρυμβα] τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ πρῶτον ἀποκό- πτει, εἶθʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες θεῶν, ἐκκλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ.

242. * ἐμπρήσειν] Ἀρίσταρχος ἐμπλήσειν.

[*](30. ἐπαναφορὰ] ἀναφορὰ Cobetus.)
315

αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μαλερῷ πυρί.

244, 245. *διασταλτέον βραχὺ φρένα καὶ θεοί.

246. *Ἄργεος ἱπποβότοιο] σημειοῦνταί τινες ὅτι τὴν ὅλην Πε- λοπόννησον οὐκ οἶδεν ὁ ποιητὴς, Ἡσίοδος δέ.

249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως ἔτυχεν. ἐπὶ τὸ μῆχος βραχὺ διασταλτέον· σαφέστερον γὰρ οὕτω παρίσταται.