Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

183. *γαιηόχῳ] ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται.

184. *πεπιθεῖν] περισπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν.

187. ζυγὸν] ζυγὸς ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλα- βοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.

188. ἐξ ἐνάρων] ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλ- λοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνηρῇσθαι ἁρμό- νιον καὶ οὐκ ἄμονσον.

πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν, φησὶν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν.

189. κλέα ἀνδρῶν]. ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.

190. ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγ- μένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν, ὁμοίως καὶ ὁ Φοῖνιξ.

191. *γράφεται καὶ δέχμενος διὰ τοῦ χ.

[*](5. *οἱ μὲν] μὲν om. τεκμήριον] τὸν φοίνικα 8. * δυικοῖς] δυικῶς. 13. κρινθέντε δυωκαι—] κριθέντε 9. * συμπεπρεσβευκέναι] συμπρεσ- δύο καὶ βευκέναι 32. δέχμενος] δεχόμενος)
311

192. τὼ δὲ βάτην] ὅτι ἐκὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν “ἡγεῖτο δὲ δῖος Ὀδυσ. σεύς.”

193. ταφὼν] Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ · αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ ἐπιορκῆσαί φησιν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας, κατʼ ἀφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· “Τάμμεω θυγατέρος” Καλλίμαχος ἐν δευτέρῳ αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ μεταφορά· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.

194. στικτέον μετὰ τὸ φόρμιγγι, ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶ- σθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ, καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν.

196. *τώ] γρ. καὶ τούς.

197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. ἡ διπλῆ δὲ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμπαρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους.

*Παρμενίσκος προφέρεται ἱκάνετον ἡμέτερονδε.

198. *φίλτατοί ἐστον] καὶ ἐνθάδε τινὲς δυϊκῶς φιλτάτω.

202. καθίστα] εἰ καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀπο- κοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ- βάνοντες.

203. ξωρότερον] τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως.

*κέραιε] οὕτως κέραιε χωρὶς τοῦ ρ. μέμνηται καὶ Ἡρωδιανός.

204. *μελάθρῳ] νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ.

[*](1. Ὀδυσέως] ὀδυσσέος ἀμφότερα addit Friedl. 8. Τάμμεω] De hac forma v. 22. Παρμενίσκος] ὡς Ἀριστάρ- Schneider. ad Callimachi frag- χειον γραφήν addit Schmidt. Did. menta p. 131. 12. *ἀναπεπηδηκότος— κίθαρᾳ] ἡμέτερονδε] ἡμέτερον δὲ ἐπηδηκότος—καθέδρᾳ 24. εἰ Lehrsius] ὡς 13. προσδίδοσθαι] καὶ λόγον ἔχει 29. οὕῦτως Cobetus] σὐ)
312

206. ὅτι Εὐφορίων κρεῖον τὸ κρέας ἐξεδέξατο, Ὀμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ, τὸ ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. κρεῖον δὲ ὡς θεῖον. γέγονε δὲ παρὰ τὸ κρέας.

208. σιάλοιο] ἐντροφίου, ἁπαλοτρεφοῦς, ὡς “ζατρεφέων σιάλων” (Od. 14, 19). ἢ σεσιτευμένου.

209. ὅτι Αὐτομέδοντος ὄντος κατὰ τὴν κλισίαν ἄνω εἶπεν “Πά- τροκλος δέ οἱ οἷος ἐναντίος ἦκτο.”

τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς] τὸν τῦφον ἐκβάλλει ἡμῶν ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.

ὅτι ἔν τισι γράφεται “αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύ- σατο δὲ φλόξ.” γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος.

214. πάσσε δʼ ἁλὸς θείοιο] θείους κέκληκε τοὺς άλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασθέντα.

*ἐπαείρας] Ἀρίσταρχος ἀπαείρας, ἀπὸ τῶν κρατευτάων ἄρας.

κρατευτάων τῶν βάσεων, ὅ ἐστι τῶν λίθων ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται τῶν κρεῶν ὀπτωμένων. οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον, κακῶς.