Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ὣς οἱ μὲν Τρῶες] καλῶς εἶπεν· οἱ μὲν γὰρ Τρῶες τὰς φυλα- κὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτὸς, οἱ δὲ Ἕλληνες εἴχοντο ὑπὸ τοῦ δέους.

2. φύζα φόβου κρυόεντος ἑταίρη] ὅτι φύζα ἀεὶ μὲν σημαίνει τὴν [*](3. ὅτι—] Praescripta est διπλῆ εἰδότας κέχρηται τῷ ὀνόματι. 10. ὅτι—] Hic quoque διπλῆ περιεστιγμένη. 6. προσυστήσας addidit Lehr- περιεστιγμένη praescripta. sius ex scholio ad 14, 434. ubi 14. ἑκάστῳ] ἑκάστῃ legitur ὅτι μὴ προσυστήσας εἰ ὁ 27. ὅτι addidit Vill. Σκάμανδρος Ξάνθος καλεῖται ὡς πρὸς * ἀεὶ μὲν] om.)

297
μετὰ δέους φυγὴν, ὅθεν καὶ “φυζακίνῃς ἐλάφοισι (Il. 13, 102)· νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν· κρυόεις δὲ φόβος ὁ ψνχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας. ὅρα δὲ τὸ ἀντί- θετον πῶς ἑνὶ ῥήματι ἐδήλωσε, Τρῶες ἔχον, Ἀχαιοὺς ἔχε.

3. βεβολήατο] ὅτι ἔνιοι βεβλήατο, καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει· ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοι- οῦτόν ἐστι καὶ τὸ “πεφοβήατο δινήεντα” (Il. 21, 206) καὶ τὸ “ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν” (Il. 3, 183).

4. *ἄνεμοι] ἡ Ἀριστοφάνειος ἀνέμω δυικῶς.

καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς παραστήσῃ. ὥσπερ, φησὶν, εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ, οὕτω καὶ οἱ Ἕλληνες ἐταράσ- σοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε καὶ φόβου.

5. ἤτοι συναπτέον ἄητον ἐλθόντʼ ἐξαπίνης, ἢ ὑποστικτέον ἀνυ- ποκρίτως ἐπὶ τὸ ἄητον, ἵνʼ ἡ τὸ ἐξῆς, Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης. πῶς δὲ ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ δύσεως πνέοντος; ῥητέον οὖν ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ μέχρι τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς καθʼ ἑκατέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ.

6. *ἐξαπίνης] σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμ- βολαί.

Νικίας καὶ Πάμφιλος δασύνουσι τὸ αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο· ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασὶ, φιλεῖ πως τὰ ἀπὸ δασέων πως πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος· πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς· “πάντʼ [*](1. δέους] δειλίας Apollon. in 20. * διήκει] διηνεκεῖ, sed ad Lex. Hom. scripto in marg. γρ. διήκει 2. *κρυόεις δὲ] ὀκρυόεις δὲ ὁ σιγματοειδής Vill.] σιγματοειδῶς 5. ὅτι addidit Vill. 22. *τὸ γὰρ] τῷ γὰρ 13. *ὥσπερ] ὡσ 27. πολὺ Bekk.] πολλοὶ 19. * Ζεφύρου] om. 29. πως delet Lehrsius.)

298
ἄμυδις κεφαλῆς” (Il. 12, 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἀμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰς τὸ ῡ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπὴ, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα.

7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ, καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἐξ· “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἐξ προθέσεως, ἔσθʼ ὅτε καὶ τῆς παρά· “ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον” (Od. 12, 276)· “ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ” (Il. 10, 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἐξ συν- τάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος ἐξέχεναν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ· “διὲξ σωλῆνος εἰς ἄγγος.” Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δ΄ (c. 46.) “πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.” παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις.

*ἔχευεν] διχῶς, καὶ διὰ τοῦ ᾱ.

9. * ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει.

11. νυκτὸς δὲ οὔσης καὶ πλησίον ὄντων τῶν πολεμίων οὐ πάντας· καλεῖ, ἵνα μή τις ταραχὴ γένηται.

12. * ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν.

14. ώστε κρήνη μελάνυδρος] ὅτι Ζηνόδοτος γράφει “μετὰ δʼ [*](2. ἄμυδις] καὶ ἐξαιρέτως addit legitur ἐν ά) ex Arsenio] ὡς ἕνα. Recte apud Herodian. περὶ μον. λέξ. Lehrsius. 13. ἐξ ἁλός] ἔξαλος Lehrsius. p. 25, 24 Ἡρόδοτος ἐν τῇ τετάρτῃ.' 16. Ante μετὰ γοῦν lacunam 19. ἔθνους] Recte ἔθνεος apud indicavit Lehrsius. Herodianum. ἀλλʼ οὐ παρʼ Ὁμήρῳ διὲξ—ἄγγος] Archilochi verba in addit Lehrs. Etym. M. p. 324, 16. 21. διὰ τοῦ ᾱ] I. e. ἔχευαν. 18. Ἡρόδοτος ex Arsenio ap. 24. Hoc scholion post scholion Cramer. Anecd. Paris. vol. 3 p. 11] versus 12 legitur: unde explicanda δὲ particula, quam delevit Vill. ἡρωδιανὸς ἐν δ΄ (nam sic corrigendum quod 27. μετὰ δʼ Bekkerus] μετʼ)

299
Ἀργείοισιν ἔειπεν, ὦ φίλοι Ἀργείων.” περιῄρηκε δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν. ἀναγκαῖα δέ ἐστιν εἰς αὔξησιν.

μελάνυδρος] πολύυδρος· φύσει γὰρ μέλαν τὸ ὕδωρ, ἀλλὰ λαμ- πρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. ἢ βαθεῖα· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος.

15. αἰγίλιπος] ἧς ἂν καὶ αἲξ ἀπολείποιτο διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρὸς τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν.

16. ὅτι τινὲς γράφουσιν ὡς ὅγε δακρυχέων διὰ τὸ ἀκαταλ- λήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστι δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον.

17. ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσφυέστερον γράφεται “ὦ φίλοι ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ- φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει.

18. *μέγα] Ἀρίσταρχος σὺν τῷ σ μέγας.

Ζεύς με μέγα] ὅτι μέγα δεῖ γράφειν, ἀντὶ τοῦ μεγάλως, ὡς σάφα. ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ σ, μέγας.

19. ὅτι νῦν οὕτως γραπτέον, ὃς τότε μέν μοι· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον· ἐν ἐκείνοις μέντοι πρὶν μέν μοι· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων.

* Ἀρίσταρχος ὃς τότε μέν μοι.

23, 24, 25. *παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο· καὶ Ἀριστοφάνης δὲ ἠθέτει.

ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ ἀποπείρᾳ (Il. 2, 116). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀποστάσεως ἀλη- θῶς λέγει, ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν.

23—31. ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, [*](2. τὰ κατὰ τὴν παράθεσιν (v. 15, 13. οὕτως addidit Friedl. 16)] τὰ κατὰ τὴν παραβολήν Cobetus. 16. ἐρνὶ τὸ Bekk.] ἐπὶ τῷ 4. * βαθεῖα] τῶ βάθει 28. στίχοι τρεῖς] καὶ ἀστερίσκοι 6. ἀπολείποιτο] ἀπολείπεται ἂν παράκεινται addit Cobetus: nam (*ἀπολίπῃ). versibus 23, 24, 25 singulis prae- 8. * πρὸς τὸ] πρός τε τὸ scriptus est ἀστερίσκος μετʼ ὀβελοῦ.)

300
ἀλλʼ ἕνεκα τοῦ κατʼ ἄλλους τόπους φέρεσθαι (Il. 2, 116—118. 139— 141. 9, 693. 696. 7, 398. 399). τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφο- ρουμένων. τὴν δὲ συνέπειαν οὕτως ποιεῖ “δυσκλέα Ἄργος ἱκέσθαι. ἤτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, θυμὸν ἀχεύων. τοῖσι δʼ ἀνιστά- μενος μετέφη κρατερὸς Διομήδης.”

29. ἀκήν] ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. 1, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχήν τίς ἐστι, παρὰ τὴν ἀχανίαν.

32. * Ἀρίσταρχος διὰ τοῦ η μαχήσομαι.