Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

505. * ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλʼ ἐν ἴσῳ τῷ ἄγετε.

ἴφια] εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ λιπαρά.

507. σῖτον] οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ ἄξεσθε· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε.

510. *διὰ νύκτα] διὰ νυκτός.

512. *ἀσπουδί] ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως χωρὶς σπουδῆς.

513. ἀλλʼ ὥς τις τούτων γε βέλος] ὅτι βέλος εἴρηκε τὸ τρῶμα ὁμωνύμως τῷ τιτρώσκοντι.

*οἴκοθι πέσσοι] καὶ μέχρις οἴκου κατάσχοι τὴν πληγήν.

αἱ Ἀριστοφάνους πέσσοι. Παρμενίσκος δὲ ἐν τῷ ά πρὸς Κράτητα ὡς Ἀριστάρχειον προφέρεται ἀλλʼ ὥς τις κείνων γε.

515. * νηὸς ἐπιθρώσκων] γρ. νηὸς ἀποθρώσκων.

517. *ἀγγελλόντων] ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν.

519. λέξασθαι προτὶ ἄστυ] ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου.

προτὶ ἄστυ] γρ. περὶ ἄστυ.

520. θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει και- ρὸν ἐν ᾧ μίγνυται, αὗται δὲ διηνεκῶς πλησιάζουσιν.

521. * καιόντων] ὅτι ἀντὶ τοῦ καιέτωσαν.

524. ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει, καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ ὁ μέν. ὁ δὲ νοῦς ἐστὶ τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερον συν- τετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται· περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω.

[*](12. Verba χωρὶς σπουδῆς etiam νοῦς utrobique Nauckius Aristoph. in marg. inter. 13. τούτων] τοῦτον 17. ὡς Ἀριστόρχειον] ὡς Ἀριστάρ- 16. αἱ Ἀριστοφάνους] Sic etiam χειον γραφὴν Vill. ἡ Ἀριστάρχειος in schol. Od. 5, 83. ἡ Ἀριστοφά- est p. 294, 14.)
294

526. εὔχομαι ἐλπόμενος] ὅτι Ζηνόδοτος γράφει ἔλπομαι εὐχό- μενος. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπῃρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλ- πόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν.

*οὕτως ἡ γραφὴ, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.

527. κηρεσσιφορήτους] συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους· ἴσως δὲ ἐπεὶ ἀναλύει αὐτό “οὓς κῆρες φορέουσιν” ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσ—πασιμέλουσα (Od. 12, 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· Ναυσικάα, Ναυσίθοος, ἐγχεσίμωροι, τειχεσιπλήτης. κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον “γυναικάνδρεσσι ποθεινοί.” εἴπερ οὖν τοῦτο ἀληθὲς, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, διʼ ὃν εἴπομεν λόγον.

528. ἀθετεῖται, ὅτι περισσός· ἐν γὰρ τῷ κηρεσσιφορήτους τὸ αὐτὸ συντόμως εἴρηκεν. ὁ δὲ Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν.

529. * ἐπὶ νυκτί] γράφεται ἐπὶ νύκτα.

532. ὅτι τὸ εἴσομ αι πολλὰ σημαίνει, νῦν μὲν γνώσομαι, ἐν ἄλλοις δὲ πορεύσομαι (“εἴσομαι ἐξ ἁλόθεν” Il. 21, 335), καὶ ἀντὶ τοῦ ἐφάνη· “εἴσατο ὡς ὅτε ῥινεός” (Od. 5, 281).

534. *φέρωμαι] ἐν ἄλλῳ φεροίμην.

535—537. ὅτι ἢ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ [*](8. δοτικὴ ἐπεκτεταμένη] δοτικῇ ἐκτε- κακὸν φέρει Ἀργείοισι. Sed ex scholiastae verbis εἰς γὰρ τὴν αὐτὴν ταμένῃ 23. ὅτ —] Absurde Villoisonus γεγραμμένοι εἰσὶ διάνοιαν intelligitur et Bekkerus ἡ διπλῆ ὅττι, quum τοὺς δευτέρους τρεῖς, quos Aristar- proxima scholiastae verba non chus, ut ait scholiasta, ἐγκρίνει, hos διπλῆν, quam Villoisonus textui ter esse ἠελίου— | εἴην— | ὡς νῦν—. appinxit, sed ἀντίσιγμα παρακεῖσθαι Hi igitur, ut recte monuit Pluy- gersius p. 3 et 6, punctis erant doceant ?? αὔριον— notandi, tertii vero versus, τιοίμην ?? μείνῃ — δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, nulla ?? κείσεται — erat ratio habenda, quum non tribus vero proximis στιγμὰς, ab lectus sit ab Aristarcho, sed post Villoisono omissas, Aristarchi demum editionem • ἠελίου — emissam ab interpolatore illatus • εἴην — ex 13, 827. Originem erroris • τιοίμην —probabiliter explicuit Pluygersius post quos sequitur versus sine p. 6. “Ex scholio Aristonici con- puncto scriptus ὡς νῦν ἡμέρη ἤδε stat versum τιοίμην—Ἀπόλλων non)

295
ἀντίσιγμα παράκειται, ἢ τοὺς ἑξῆς τρεῖς, οἷς αἱ στιγμαὶ παράκειν- ται· εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν. ἐγκρίνει δὲ μᾶλ- λον ὁ Ἀρίσταρχος τοὺς δευτέρους διὰ τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους· ὁ δὲ Ζηνόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν. τὰ αὐτὰ δὲ λέγει περὶ τῶν στίχων τούτων ὁ Δίδυμος ἃ καὶ ὁ Ἀριστό- νικος· διὸ οὐκ ἐγράψαμεν τὰ Διδύμου.

538. οὕτως διὰ τοῦ εἰ τὸ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω.

542. κελάδησαν] καλῶς ἐπὶ μὲν τῶν Ἑλλήνων φησὶν “Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον” (Il. 2, 333), ἐπὶ δὲ τῶν Τρώων κελάδησαν λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν.