Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

96. ἀπειλητῆρες] καυχηταὶ, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι. τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. ἐν ἄλλῳ, ὑβρισταί.

97. *αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. τῶν δεινοτάτων δεινή ἐστιν ἡ λώβη.

99. ὕδωρ καὶ γαῖα γένοισθε] ἀναλυθείητε εἰς ὕδωρ καὶ γῆν, δια- λυθείητε καὶ ἀποθάνοιτε. βέλτιον δὲ ἀκούειν, ἐξ ὧν ἐγένεσθε, εἰς ταῦτα πάλιν ἀναστοιχειωθείητε. τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν· ταῦτα οὖν φησὶ τὴν ἀκινησίαν ὀνειδίζων. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.” ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.

102. ὅτι τῷ ἀπηρτισμένῳ κέχρηται, νίκης πείρατʼ ἔχονται, οὐκ ἔχεται.

104. βιότοιο τελευτή] γράφεται καὶ θανάτοιο τελευτή, οἷον θανάσιμον τέλος.

109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως [*](1. κέλευσιν] *τὴν ἐκ τῶν βασι- αὐτόθεν. λέων κέλευσιν 6. ἔπος Bekkerus] ὑπο *ἀπὸ] ἐπὶ 15. καὶ addidit Bekkerus. 2. *πρὸ ὁλίγου—Ἄρης] om. 24. γῆς— γῆν] γαίης—γῆς πάντα 5. Epicharmi verba metro soluta recte ap. Sext. Emp. 10, 313. p. attulit Eustathius p. 667, 42, 685. omisso ὅ τοι et addito δέ post ἔπειτα. 28. γρ. καὶ—τέλος] Haec repe- Frustra Ahrensius ἄπωθεν pro tuntur in marg. inter.)

256
γὰρ. οὐ φρονίμως ἐπὶ τῇ μάχῃ ἐσπούδακεν. δεῖ οὖν τὸ κατὰ δύνα- μιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν.

110. * Ἀρίσταρχος ἀνὰ δʼ ἄνσχεο, ἀνάσχου δέ.

ἀνὰ δὲ σχέο κηδόμενός περ] τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφʼ ἑαυτοῦ νῦν, ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάσχεο.

111. *μηδʼ ἔθε] ὅτι τὸ ἐθέλω ἀεὶ ἀνὸ τοῦ ε ἄρχεται.

113. *τούτῳ γε, τῷ Ἕκτορι.

*γρ. καὶ τοῦτόν γε.

114. * Ζηνόδοτος χωρὶς τοῦ ν ἀμείνω γράφει.

ἔρριγʼ ἀντιβολῆσαι] γράφεται καὶ διὰ τοῦ μ, ἀντιμολῆσαι. βέλτιον δʼ ἂν, φασὶν, εἴρητο Ὁμήρῳ, ὅπερ μέγα φέρτατός ἐστιν· ἐπʼ αὐτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν.

116. * ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει.

117. εἶπερ ἀδειής τʼ ἐστί] γράφεται καὶ διὰ τοῦ γ, ἀδειής γε. (sic etiam margo inter.) ἀφʼ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑπο- στικτέον ἀκόρητος· ὁ γὰρ λόγος, εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλή- ρωτος πολέμου ἐστὶν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι.

118. γόνυ κάμψειν] ἀναπαύσεσθαι, ἢ συγκάμψειν τὰ γόνατα διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι.

*γόνυ κάμψειν ἀντὶ τοῦ φυγεῖν.

127. ὅς ποτε μʼ εἰρόμενος] ὅτι Ζηνόδοτος γράφει μέγα δʼ ἔστενεν, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς μειρόμενος, οἷον στερό- μενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν, ἀλλʼ ἐπὶ τοῦ μερίζεσθαι· “καὶ ἥμισυ μείρεο τιμῆς” (Il. 9, 616). δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ ἐγήθεεν γραφήν.

ὅς ποτέ μʼ εἰρόμενος] τὸ πλῆρες, ἐμὲ εἰρόμενός τε.

128. γενεήν τε τόκον τε] πατέρα καὶ παῖδα. τὸ μὲν γὰρ ἐπαι- νεῖν τοὺς προγόνους κολακικὸν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.

[*](3. ἀνὰ δʼ ἄνσχεο] In cod. Townl. 5. ἀναπέμπει Bekkerus] ἀναπέι- Ἀρίσταρχος καὶ Ἡρωδιανὸς ἀνὰ δʼ πειν ἴσχεο. Apud Hesychium ἀνὰ δʼ 8. τούτῳ Bekkerus] ὅτι τούτῳ ἴσχεο (sic Musurus pro ἀνίσχεο): 19. * συγκάμψειν] συγκάμψαι ἀνάσχου δέ. Aristarcus haud du- 26. μέγʼ ἐγήθεεν (vel μέγα γή- bie ἀνὰ δὲ σχέο probaverat. θέεν)] μέγ’ γήθησεν (sic))
257

129, 130. ἀκούσαι—ἀείραι] παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι.

130. φίλας ἀνὰ χεῖρας] ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου βαρείας χεῖρας, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσκινή- τους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· “βαρείας χέρας ἐποίσειν” (Il. 1, 89).

133. ὠκυρόῳ κελάδοντι] ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν (135) “Ἰαρδάνου ἀμφὶ ῥέεθρα.”

135. Φειᾶς] ὅτι ἐν Ὀδυσσείᾳ (15, 296) πληθυντικῶς “ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,” ὡς Μυκήνην καὶ Μυκήνας.

περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική· πρόδηλον κἀκ τῆς συντά- ξεως τοῦ τείχε σσι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις τῆς Ἤλιδος, οἱ δὲ τῆς Ἀρκαδίας, παρʼ ἣν ὁ Ἰάρδανος ῥεῖ. ἀλλὰ καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος, Φηρᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ.

136. * πρόμος] ὅτι πρόμος ἀντὶ τοῦ πρόμαχος κοινῶς.