Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

52. ἐπισπεῖν] ὡς ἐπιπλεῖν. μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπα- ρέμφατον· πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον.

53. ἀθετεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται.

56. μέσσου δουρὸς ἑλών] μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ.

62. * πεφρικυῖαι] γράφεται καὶ βεβριθυῖαι.

φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί.

63. πόντον ἔπι φρίξ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει πόντον ἔπι· οὕτως καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις, ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. φρὶξ δὲ ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπο- [*](5. ὁ κε] ὁ καὶ 22. εἴρηται] Ad v. 44. 9. * Θυμβραίου] θυμβρίου 27. φρίσσει— φησί] Scholion 12. *ὑστεραίᾳ] ὑστέρᾳ scholio proximo ad v. 63 subiectum 13. *καθαιρομένους] καθαιρουμέ- est. νους 29. πόντον ἔπι] ἐπὶ πόντον)

253
λάζον τῷ κύματι ἀφρῶδες, ὅταν ἄνεμος ἄρχηται πνεῖν. βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν.

64. μελάνει] ὡς οἰδάνει, ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησὶν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο.

*Ἀρίσταρχος πόντον διὰ τοῦ ν, καὶ ὑπʼ αὐτῇ, τῇ φρικί. ἄλλοι δὲ πόντος ὑπʼ αὐτοῦ.

ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπʼ αὐτοῦ, ἔσται μελαίνεται ὁ πόντος ὑπὸ τοῦ Ζεφύρου· ἐὰν δὲ πόντον ὑπʼ αὐτῇ, ἔσται μελαίνει δὲ πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ.

70. * τεκμαίρεται] ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος.

73. ὑμῖν μὲν γὰρ ἔασιν] αί Ἀριστάρχου οὕτως, ὑμῖν δʼ ἐν γὰρ ἔασιν· καὶ ἔστι τὸ ἑξῆς, ὑμῖν δʼ ἔνεισι γὰρ, ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες.

74. *γρ. καὶ τῶν εἰ καί τινα θυμός.

75. πρόμος ἔμμεναι Ἕκτορι δίῳ] ὅτι ἰδίως ὡς περὶ ἑτέρου· καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ.

76. ἐπιμάρτυρος] ὅτι οὕτως λέγει ὁ μάρτυρος, ἀφʼ οὗ οἱ μάρτυροι· ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες.

79. ὄφρα πυρός με] ὅτι καθόλου διὰ πυρὸς οἶδε γινομένας τὰς ταφάς.

80. * λελάχωσι] ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλασι- ασμὸς λελάχωσι.

82. *ὅτι θηλυκῶς τὴν Ἴλιον.

85. ταρχύσωσι] θάψωσι. τάρχεα τὰ νενομισμένα τοῖς νεκροῖς, ἀπὸ τῆς ταραχῆς.

85, 86, 87. διαστολαὶ Ἀχαιοὶ, Ἑλλησπόντῳ, καὶ κοινὸν κατὰ πάντων τὸ ὄφρα, ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις.

86. ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθʼ ὃ μέρος ἐστὶ πλατὺς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ.

Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας Ἰνὼ τὴν Κάδμου παῖδας ἔσχε δύο, Λέαρχον καὶ Μελικέρτην· κατὰ Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλην τε καὶ Φρῖξον. μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη ᾤχετο, [*](13. εἰ καί τινα] νῦν εἴ τινα Cobetus. 32. Φρῖξον] φρίξον hic et infra. 30. *ταῖδας] παῖδα παῖδας 33. *κατοπτεύσασα] κατάπτευσα 31. *Νεφείην] νεφέλῃ)

254
πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν· εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. καὶ δὴ πολλῆς οὕσης ἀκαρπίας ἐν τῇ χώρᾳ ἔπεμπεν ὁ Ἀθάμας εἰς Πμθὼ θεοπρόπους· ἡ δὲ νὼ συνέπεισε τούτονς τεχνήσασθαί τινα χρησμὸν κατὰ τοῦ Φρίξου, ὡς θῦμα τῆς αὑτοῦ γονῆς προσενεγκὼν ἀπαλλαγήσεται τοῦ δεινοῦ. πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρῖξον· πρό- φασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. μυθολογεῖται δὲ ὅτι παραγενο- μένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. οὗ καὶ γενομένου λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν, τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν κατα- πεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο διὰ τὴν προειρημένην Ἕλλήσποντον. τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ πόντου τὸν Φρῖξον τελευτῆσαι. ἐπὶ τούτου λέγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπὸ τῆς Θετταλίας μετὰ Ἰάσονος· τὸν δὲ Ἀθάμαντα πυθόμενόν φασιν ἕκαστον τῶν συντε- θέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτῆς γενομένων αὐτῷ παίδων, ἀλλʼ αὐτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. τὴν δὲ καταλαμβανομένην σωτηρίαν ἐπισπάσασθαι, σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην Παλαίμονα, εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.

89. *μὲν] ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή.

*Ἀρίσταρχος διὰ τοῦ η κατατεθνηῶτος.

93. αἴδεσθεν μὲν ἀνήνασθαι] δειλῶν γάρ· δεῖσαν δὲ διὰ τὰς σπον- [*](5. *προσενεγκὼν ἀπαλλαγήσεται] 22. Λέαρχον hic et p. 253, 31] λαβεῖν· ἀπαλλαγήσεσθαι δὲ καὶ *Κλέαρχον: v. Stiehle in Philologo 9. *μυθολογεῖται] θυμολογεῖται vol. 4 p. 408. 12. *ἐπικαθίσαι τῷ νώτῳ] περί- 27. *σωτῆρα] ἀπτῆρα καθι τὰ νῶτα 29. In Townl. τὸ μὲν ἀντὶ τοῦ μήν. 16. *τοῦτο] om.)

255
δὰς, ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἀπὸ τῶν ἑξῆς, ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡττώμενον· καὶ γὰρ καὶ τοῦ Διομήδους ἀκηκόασι τὸ “παρὰ γάρ οἱ κεῖνος Ἄρης” (Il. 5, 604). ἢ διὰ τὸ “νὺξ δʼ ἤδη τελέθει” (282)· καὶ παροιμία “ὅ τοι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός.” ὁ Ἐπίχαρμος “ὅ τοι κακὸς θαρρεῖ μάλʼ αὐτόθεν, ἔπειτα φεύγει.” ἔστιν δὲ τὸ ἔπος ἰσόκωλον, ὅπερ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· δεύτερον δέ “χρὴ ξεῖνον παρεόντα” (Od. 15, 74), τρίτον, ὁμοιόπτωτον καὶ ὁμότονον Ὕλλῳ ἐπʼ ἰχθυόεντι” (Il. 20, 392). τινὲς δείσαντες Ἀγαμέμνονα, ὡς καὶ “σιγῇ δεδιότες” (Il. 4, 431).

95. νείκει ὀνειδίζων] ἔν τισι τῶν ὑπομνημάτων νείκεʼ ὀνειδίζων ἔξω τοῦ ῑ, ὥστε κατὰ συναλοιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε.

*ἔν τισιν νείκεʼ ὀνειδίζων.