Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

408. βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες διαστέλλειν, περὶ δὲ τῶν νεκρῶν οὐ φθονῶ θάπτειν. καὶ ἄλλω συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον.

409. ὁ νοῦς, οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς.

*Ἀρίσταρχος τεθνηώτων, ἄλλοι δὲ τεθνειώτων.

410. * πυρὸς μειλισσέμεν ὦκα] ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν- τες.

415. *Ἴλιον ἱρήν] ὅτι θηλυκῶς τὴν Ἴλιον.

420. * ὤτρυνον νέκυας] ὅτι Ἀρίσταρχος νέκυς ἐκτεταμένως, καὶ ὀτρύνοντο, οὐκ ὄτρυνον.

422. ἀκαλαρρείταο] ἡσύχως καὶ πράως ῥέοντος· ἀκαλὸν γὰρ τὸ ἥσυχον λέγουσιν.

ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν ἥλιον· ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσείᾳ.

[*](4. ἀμφότερα—ἠγάγετο] ἀνυποκρί- 11. τῷ] om. τως στικτέον ὡς διὰ μέσου ἀναπε- 19. φθονῶ] φρονῶ φωνημένου· τὸ γὰρ ἐξῆς ὅσα ἠγάγετο 28. πράως] πρᾶος Friedl. 32. γῆς—γῆν Friedl.] γῆν—γῆς 8. μάλα] μᾶλλον)
265

425. * νίζοντες ἄπο] τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον.

426. δάκρνα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων ἀχνύμενοί φησιν (431).

427. * οἱ δὲ σιωπῇ] ἐν ἄλλῳ ἀλλὰ σιωπῇ.

428. πυρκαϊῆς] οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (ll. 23, 165).

ἐπενήνεον] γράφεται καὶ ἐπινήνεον, καὶ ἔστιν Ἰακόν.

429. ὅτι ἐκαίοντο οἱ νεκροὶ, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον.

433. ἀμφιλύκη νύξ] τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.

436. *ὅτι πολυάνδριον. πῶς οὖν “ὅς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγῃ” (334);

ἐκ πεδίου] ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν, καὶ μήποτε ἄμεινον οὕτως.

443. οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ “ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον” (464) ἀθετοῦνται στίχοι κβ΄, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας (Il. 12, 4) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε.

446. ἦ ῥά τις ἔστι βροτῶν] ἆρα ἔτι, φησὶ, τὶς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς;

447. ἀθανάτοισι] ἵτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει.

451. οὕτως Ἀρίσταρχος ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ “ὅσον τʼ ἐπικίδναται.”

*Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ ὅσον.

452. τοῦ δʼ ἐπιλήσονται τό τʼ ἐγὼ] χωρὶς τοῦ τέ ἐν ταῖς Ἀρι- στάρχου τὸ ἐγὼ καὶ Φοῖβος, κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων τὸ δʼ ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.

*τό τʼ ἐγώ] Ἀρίσταρχος τὸ ἐγώ.

453. *ἥρῳ] ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (8, 483) “ἥρῳ Δημοδόκῳ.”

[*](5. In marg. inter. οὕτως Ἀρίσταρχος. 6. πυρκαϊὰς (sic) κατὰ γενικήν)
266

465. * δύσετο] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο.