Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς, καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμ- μαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους.

2. ἴθυσε μάχη] ἐπʼ εὐθείας ἐφέρετο ἡ μάχη, ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρῶας, ποτὲ δὲ ἀνατρεπομένων ὑπʼ αὐτῶν.

*ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου.

3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα] ὅτι ἀντὶ τοῦ ἐπʼ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις.

4. ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο “ μεσσηγὺς ποταμοῖο Σκαμάν- δρου καὶ στομαλίμνης·” διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ [*](3. ὅτι —] In textu et in scholio τὰ δὲ πρὸς μεσημβρίαν Λυδίας Lehrs. praescriptus est ἀστερίσκος cum Arist. p. 226. διπλῇ : debebat ἀστερίσκος cum 16. *οὕτως] om. ὀβελῷ. 24. τοῖς ἀρχαίοις] τοῖς Ἀρισταρ- Huic scholio Villoisonus et χείοις Lehrsius. τῇ προτέρα τῶν Ἀρι- Bekkerus absurde praescripserunt. σταρχεἱων Sengebusch. Dissert. p. ἡ διπλῆ σὐν ἀστερίσκῳ περιεστιγμένῳ, 28. De Aristarcho hic agi docent nomine inaudito. In textu est sequentia verba ἐν τοῖς ὑπομνήμασι ἀστερίσκος cum διπλῇ, asterisco a et ὕστερον περιπεσὼν, quae ad alte- manu secunda scripto. Aristarchus ram referenda sunt editionem ἀστερίσκον cum obelo posuerat. Aristarchi: de quo dixit Bern- 4. γὰρ καὶ] γάρ τι Friedl. hardyus in Hist. Lit. Gr. vol. : 13. *πρὸς Φρυγίαν] πρὸς om. p. 197 ed. tert. *τὰ δὲ μεσημβρινὰ πρὸς Λυδίον] 25. καὶ ὕστερον] καὶ delet Lehrsius.)

227
ὕστερον δὲ περιπεσὼν ἔγραψε μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.” τοῖς γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται.

5, 6. τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως τοὺς νικωμένους ὑπὸ τῆς Ἄρεως ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.

9. *ἔβαλε] ὅτι ἀντὶ τοῦ ἔπαισε.

15. *φιλέεσκεν] ὅτι ἀντὶ τοῦ ἐξένιζεν.

17. * διασταλτέον ἐπὶ τὸ ὑπαντιάσας.

ἡ διπλῆ πρὸς τὸ σχῆμα, ἀμφοτέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει.

18. Καλήσιον] ὅτι ὀνοματοθετικὸς ὁ ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος.

19. ἔσκεν ὑφηνίοχος] ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ “Ποσει- δάωνος ὑποδμώς” (Od. 4, 386).

24. σκότιον] ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους κάλλει, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (.Il. 16, 180).

*σκότιον ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν.

*ἑ] τὸν Βουκολίωνα.