Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

845. *Ἄϊδος κυνέην] νέφος διʼ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς γίνονται.

852. *γράφεται ὀλέσσαι.

856. ἔγχεῖ] εἴρηται περὶ τῶν τοιούτων δοτικῶν ὅτι ποτὲ κατὰ διά- στασιν, ὡς νῦν, καὶ ποτὲ κατὰ συναλοιφὴν, καὶ ὅτι τὸ μέτρον πολ- λάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος ὡς τὸ “πλήθει πρόσθε βαλόντε” (Il. 23, 639).

857. μίτρη] ὅτι κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστι διδασκαλικὸς ὁ τόπος. ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατὰ δοτικήν. ἐν δέ τισι τῶν ὑπομνημάτων ὅθι στελλέσκετο μίτρῃ.

862. * βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.

864. πρὸς τὴν πλοκὴν τοῦ ἑξῆς λόγου, οἷα φαίνεται ἀήρ ἐκ νεφέων δυσαέος ἀνέμου ὀρνυμένου ἐκ καύματος.

867. διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν ἀνῄει, ἀλλὰ κατʼ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο.

874. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, χάριν δʼ ἄνδρεσσι.

875. ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γενομένης τῆς Ἀθῆνας.

878. πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος.

881. αἱ Ἀριστάρχου ὑπερφίαλον, οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις.