Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

395. πελώριος] ὁ μέγας· ἔστιν ἀπὸ τοῦ πελάζειν τῷ Ὠρίωνι τῷ ἄστρῳ.

397. ἐν τῇ τοῦ Ἅιδου πύλῃ, ὅτε τὸν Κέρβερον ἀναγαγεῖν ἠβού- λετο.

401. Παιήων παρὰ τὸ παύειν τὰς ἀνίας, ὅ ἐστιν ὀδύνας.

424. ἀπὸ τούτων τινὰ τῶν Ἑλληνίδων γυναικῶν πλησίον παρακα- θίζουσα καὶ καταψῶσα τῇ χειρὶ, οἱονεὶ ἐξαπατῶσα, ἐν χρυσῇ βελόνῃ τὴν ἀσθενῆ χεῖρα κατέξεσεν.

425. ἐπὶ τῇ χρυσῇ πόρπῃ, ἤγουν τῷ κομβίῳ, κατεξέσθη κατὰ τὴν χεῖρα τὴν ἀσθενῆ.

426. μείδησεν] ἀπὸ τοῦ μείδω ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδυ τὸ εὐφραίνω, Βοιωτικῶς, τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεο- νασμῷ τοῦ μ μείδω καὶ μειδιῶ.

444. ἀλευάμενος] οὕτως Ἀρίσταρχος διὰ τοῦ ο.

477. ἔνειμεν] τὸ ἔνειμεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· τὸ γὰρ ἀπλοῦν αὐτοῦ ἐστιν εἰμέν· “ἡμεῖς δʼ εἰμὲν τοῖοι” (Il. 7, 231) πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει βαρύνεται.

479. προσέθηκε τὸ Ξάνθῳ, ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν] ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας.

[*](1. κυρίως ἄμπυξ—τρίχες] Eadem p. 333, 3, et in Etym. M. p. 660, fere verba in codice Townleiano 37. 17. κομβίῳ (κομπίῳ codex)] In- aliisque. 4. καθαρσίων] καταρσίων codex. ferioris Graecitatis vocabulum, Verbo καθαρθῆναι in hac narratione cuius exempla collecta sunt ab utitur scholiasta supra p. 102, Ducangio et in Thesauro vol. 4 9. ἀπὸ τοῦ πελάζειν τῷ Ὠρίωνι] 22. Ἀρίοταρχος] De Aristarchi Etymologia absurda, memorata in scriptura nihil in aliis libris anno- Epimerismis Homericis apud tatum est. Cramerum Anecd. Oxon. vol. 1)
217

481. καδδὲ] τοῦτο Αἰολικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ μετὰ προθέ- σει λέγουσιν, οἱ Αἰολεῖς δὲ κατὰ συγκοπήν.

511. ὅτι προενεκτέον ἀρηγὼν ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλλα- χοῦ (Il. 4, 7) ἀρηγόνες ὡς ἀηδόνες.

539. νειαίρῃ] ἐσχάτῃ, ἀπὸ τοῦ νέος. οἱ γὰρ νέοι ἀτελεῖς καὶ ἔσχατοι. τινὲς λέγουσι τὸ ἐπάνω μέρος τῆς κοιλίας, εἰς ὃ νεαρὰ τὰ βρώματα ἀποτίθενται.

543. Φηρῇ] τῇ κοίλῃ οἰκουμένῃ Κορίνθῳ.

579. κατὰ κληῖδα] κατὰ τὴν ἅρμοσιν τοῦ ὤμου ἐπιτυχών.

605. πρὸς Τρῶας] ἀντιπρόσωποι τοῖς Τρωσὶ βλέποντες.

620. λάξ] λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδὸς, ὁμωνύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελθών.

626. σφείων] τὸ μέτρον ἐπλεόνασε τὸ ε, σφέων.

633. τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ἀνδρὶ τῆς μάχης. λείπει τὸ ὡς. εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμηνεία οὕτως, ποῖόν σοι ἀνάγκη ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης, ὃ καὶ κρεῖττον.

ἢ καὶ ἄλλως. ὄντι σοι τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη τοῦ Ἕλληνας ἐμβάλλειν;]

638. ἀλλʼ οἷόν τινα] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς πάντως ἀναγνω- στέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος. μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται, καὶ μάλιστα οτι πρόσκειται τὸ τινά.

Νικίας ψιλοῖ, ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμα- στικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ “ἀλλʼ οἷον τὸν Τηλεφίδην ” (Od. 11, 518). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιω- ματικῶς “οἷόν τε κρομύοιο λοπόν ” (Od. 19, 233) καὶ ἀντὶ τοῦ ὡς “οἷον ἀναΐξας” (Od. 1, 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ “ἀλλοῖός μοι, ξεῖνε ” (Od. 16, 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέ- ωνα, ἵνα ὅμοιον ᾖ τῷ “ὁσσάτιόν τε καὶ οἷον ” (758) καὶ “ἀλλ᾿ οἷον [*](1. μετὰ προθέσει] Hoc corrup- 11. λὰξλέγεται τὸ πλατὺ τοῦ ποδός] tum. Attici κατὰ δέ dicunt. In cod. Paris. 2556 est λὰξ τὸ στῆθος 10. ἀντιπρόσωποι] ἀντὶ προσώπου τοῦ ποδὸς, ἤγουν τὸ πλατύ. codex. 27. αὐτῷ] αὐτὸ)

218
τόδʼ ἔρεξεν” (Od. 4, 242) “οἷον τὸν Τηλεφίδην.” οὕτως ἀρέσκει καὶ Φιλοξένᾳ.

*ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ ἀλλοῖον παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει Ἡρακλείην.

639. θρασυμέμνονα] τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ.