Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

302. σμερδαλέα ἰάχων] βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυ- ραννίων. διδάσκει τὰ κινήματα. “ἡμεῖς δὲ ἰάχοντες” (Od. 4, 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. “ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ” (Il. 13, 834). “τρὶς δʼ ἄιεν ἰάχοντος” (Il. 11, 463). οὕτως οὖν καὶ τὸ “φθέγξομʼ ἐγὼν ἰάχουσα” (Il. 21, 341) ὀφείλομεν προπαροξύνειν.

306. κοτύλην] κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται.

ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα.

308. ὧσε δʼ ἀπὸ ῥινὸν] οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἀναστρα- φήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστὶν ἀπῶσε· μεταξὺ γὰρ πέπν τωκεν ὁ δέ.

309. * ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών.

310. *ὅτι οὐκ ὀρθῶς ἐνὶ Ἕκτορος λέγεται( Il. 11, 356) μετενιχ- θεὶς ἐντεῦθεν.

311. *καί νύ κεν ἔνθʼ ἀπόλοιτο] καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλ- λακται, ἀντὶ τοῦ ἀπώλετο ἄν.

315. πρόσθε δέ οἱ] ἔμπροσθεν αὐτοῦ. οὐχ ὡς ἀτρώτῳ δὲ περι- βάλλει τὸν πέπλον αὐτῷ, ἀλλʼ ἵνα κρύψῃ αὐτόν.

317. *ἕλοιτο] Ἀρίσταρχος ὄλοιτο.

319. *ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντολῶν.

322. ἀπὸ] οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάτ- τεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353). ἢ καὶ παρέλκεται.

323. *ὅτι Ζηνόδοτος γράφει Αἰνειῶο. οὐκ ἔστι δὲ Αἰνειώς ὡς Πετεώς.

325. περὶ] οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδή- λωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ” (Il. 1, 287).

[*](12. ὀσφῦν] ὀσφὺν 27. σημαίνειν Bekkerus] σημαίνει 24. ὄλοιτο] Immo ἕλοιτο A tar- τῷ Bekkerus] τὸ chi esse debuit, ut docent alii loci. 29. Αἰνειῶο Bekkerus] αἰνείω. COBET. 26. τῇ addidit Lehrsius. Vid. ad p. 211, 2.)
215

329. *κρατερώνυχας ἵππους] ὅτι Ζηνόδοτος γράφει κρατερω- νύχεσʼ ἵπποις. βίαιος δʼ ἡ συναλοιφή. τὸ δὲ ἑξῆς ἐστὶν, αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἤλαυνεν.

330. Κύπριν] οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο- σύνην αὐτὴν εἶναι λέγουσιν.

332. πόλεμον κατακοιρανέουσιν] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν, ὡς ἀνακοιρανέοντα· καὶ ἔστιν ὅμοιον τὸ “Ἰθάκην κατακοιρανέουσιν” (Od. 1, 247).

333. *ὅτι πολεμικὴ ἡ θεός.

Ἐνυώ] παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὃ σημαίνει τὸ φονεύω, ἔνθεν καὶ αὐτοέντης. παρʼ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος.

κακῶς ὅσοι δασύνουσι τὸ ῦ τοῦ ἐνύω· ἄμεινον γὰρ ψιλοῦν· ἀνα- πέπλασται γὰρ πολεμικὴ θεὸς, ἧς οἱ νεώτεροι ποιηταὶ υἱὸν εἶναί φασι τὸν Ἄρεα, καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς.

334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε] τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει.

ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσί τε καὶ Ἕκτορι κῦδος ὀπάζει·” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις χειμάρρους κατʼ ὄρεσφιν ὀπαζό- μενος Διὸς ὄμβρῳ” (Il. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέγεσθαι, ὡς ἐκεῖ “ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο” (Il. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα, “ἀλλʼ ὅτε δή ῥ᾿ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζω.”

[349. οὗτος ὁ στίχος λέγεται προκέφαλος.

[*](1. κρατερωνύχεσʼ ἵπποις] κρατερω- sumsi, de quo in Praefatione νύχεσι sine ἵπποις. dictum est. Sunt in his nonnulla 3. ἤλαυνεν Bekkerus] ἐλαύνειν quae Veneto quoque in codice, 11—16. Conf. Etym. M. p. 345 quum adhuc integer esset, lecta et 346. fuisse credibile sit. Quod mani- 11, * ἐμφωνεῖν Etym.] ἐκφωνεῖν festius est in eiusdem codicis echo- 18. ἐπλεόνασε τῷ] ἐπλεόμασε τὸ. liis, quae ad 17, 279–572. 751- Post hoc scholion in fine folii 68 b 761. 19, 149–320. 24, 418—482. sequitur lemma scholii (v. 335) apponemus, quae in quattuor alias ἔνθʼ ἐπορεξάμενος, foliis proximis codicis Veneti lacunas incidunt. 69 a–74 b amissis. προκέφαλος] προκέφαλος dicitur 26. Brevia scholiorum excerpta quia ab vocabulis ἢ (vel ᾖ) οὐχ in- ad versus 349– 633 ex codice Atho cipit una syllaba pronuntiandis.)
216

358. ἰστέον ὅτι κυρίως ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος καὶ ἀπὸ μετώπου τεινομένη, συνδοῦνται αἱ τρίχες.

362. ὃς οὐκ ἂν ἀπόσχοιτο οὐδὲ τῆς πρὸς τὸν Δία μάχης.

392. Ἡρακλῆς παρεγένετο εἰς Πύλον χρῄζων καθαρσίων. οἱ δὲ Πύλιοι ἀποκλεισάντης τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνεμάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἤρα, Ἀϊδωνεὺς, τῷ δὲ Ἡρακλεῖ δύο, Ἀθηνᾶ καὶ Ζεύς.