Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ κέραα. τὸ δὲ χρέεα χρέα συγκοπή.

ἑκκαιδεκάδωρα] δῶρον καλεῖται ὁ παλαιστὴς, ὅ ἐστιν ἔκτασις τῶν τῆς χειρός τεσσάρων δακτύλων. ἢ καὶ ἑκκαίδεκα ἐνιαυτῶν. ὦρος γὰρ ὁ ἐνιαυτός· ὅπερ ἄτοπον.

καὶ ποῦ ἐστὶ κέρας δύο ἥμισυ πηχῶν; ἀλλʼ οὐκ ἐπὶ ἑκατέρου φησὶν, ἀλλʼ ἀμφοτέρων. Ἀλέξανδρος δέ φησιν ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτὼ, ἰσοσταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου.

* Ἰακῶς τὸ πεφύκει.

112. ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον· πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν.

ποτὶ γαίῃ ἀγκλίνας] πρὸς τῇ γῇ ἐπερείσας ἑαυτὸν, δηλονότι τοῦ μὴ ὁραθῆναι ὑπὸ τῶν Ἑλλήνων.

117. ἀθετεῖται, ὅτι νῦν ἀπλῶς ἄβλητον καὶ μηδέποτε βεβλη- μένον καὶ ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ ψιλῶς προέσθαι τίθησιν. καὶ διὰ τοῦ μελαινέων ἕρμ᾿ ὀδυνάων οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθʼ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος.

*μελαινέων] οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον.

123. νευρὴν μὲν μαζῷ] ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν ἑξῆς τέτα- χεν, οὕτως ποιήσας “ἕλκε δʼ ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια·” εἶτα “αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον,” εἶτα “λίγξε βιός,” οὐ νοήσας ὅτι διὰ τῶν παρεπομένων, τοῦ “ἕλκε δʼ ὁμοῦ” καὶ “νευρὴν μὲν μαζῷ πέλα- σεν,” συνίστησι τὴν ἔντασιν γεγενημένην, εἶδʼ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος.

126. ἐπιπτέσθαι] παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόρι- στος, ὁμοίως τῷ “τότʼ ἂν οὔ τοι ἀποσχέσθαι” (Od. 9, 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐστὶ πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυ- λάσσει τὸν αὐτὸν τόνον.

[*](1. Herodiani sententia rectius usus est Suidas ἄγουσα per ἰσοσταθ- et plenius exponitur in scholio ad μοῦσα interpretatus. Frustra igitur 11, 385: v. Lehrs. ad Herod. p. Bekkerus σταθμούμενα. 221. εἴκοσι ἤμισυ] Litteris expressum 9. ἰσοσταθμούμενα Hoc verbo in A κς.)
175

128. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἐξῆς τὸ οὐκ ἐλάθετον.

129. *οὕτως μετὰ τοῦ τ, ἥ τοι.

133. χρύσειοι σύνεχον] ὅτι καθʼ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ θώραξ, καθὸ ὑποβέβλητο τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆ- κον μέχρι τῶν γονάτων ἀπὸ τῶν λαγόνων.

135. διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο] πρὸς τὸν ὁπλισμόν· πρῶτος γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ στατοῦ καὶ κατὰ τοῦ ζώματος· ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ, διόπερ ὅταν τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει· ἔνδοθεν δὲ τούτων πρὸς τῷ χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα.

137. *ἔρυμα] ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους ἔλυμα εἶχον. οἱονεὶ εἴλυμα.

138. ἥ οἱ πλεῖστον ἔρυτο] ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο” (Il. 20, 272), καθὸ ἠμαύρωσε τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας λέγει. τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπα- ροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυό- μην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἔρυτο.

139. *τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν δέ τισι χαλκός γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ.

ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει χαλκός. ἐπιλέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω (123) σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι, καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερθετικόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα.

140. ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς τραῦμα· διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. διαφέρει δὲ ὠτειλὴ οὐλῆς· ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος.

[*](2. ἐλάθετο Friedl.] ἔλαθεν 18. παράδοσις] δύναται δὲ καὶ προ- 7. πρὸς] Praescripta est διπλῆ. περισπᾶσθαι addit Lehrsius, collato 11. χρωτὶ] χροτὶ scholio ad 16, 542. 12. ἡ] αἱ Nauckius Aristoph. p. 19. ἐρύω Lehrsius] εἰρύω 35. 27. χρῶτα] χρότα 13. εἴλυμα Nauckius] εἴλημα 30. * ὠτειλὴ μὲν—τραῦμα] om.)
176

141. *οὕτως ὁμοτόνως τῷ ζώῳ τὸ ὀστέον· καὶ γὰρ ἐν ἑτέροις φησὶ “λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος” (Od. 18, 196).

ἡ διπλῆ, ὅτι τινὲς ἐλεφαντά ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά· δεῖ δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα.

142. Κάειρα] Καρίνη, ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. φασὶ δέ τινες τὸ Καῖρα διαιρεῖ- σθαι· οἱ δὲ, ὡς ἀπὸ τοῦ φαίνω φαείνω. καὶ ὁ λόγος δὲ τὴν εῑ δίφθογγον αἰτεῖ.

ἔμμεναι ἵππων] καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη μόνως δυϊκῶς.

147. *εὐφυέες] ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες· βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν.

σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν.

148. * οὅτως Ἀρίσταρχος, ῥίγησεν δʼ ἄρ, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ.

149. *ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν.

151. ὡς δὲ ἴδεν] συσταλτέον τοῦ ἴδε τὸ ῑ, ὁμοίως τῷ “οὐκ ἴδον, οὐ πυθόμην” (Od. 23, 40). εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν “ὡς δʼ εἶδεν νεῦρον τε,” ὁμοίως τῷ “ὡς εἶδεν δύο φῶτε” (Il. 5, 572), οὐχ ὑγιῶς. ἐνθάδε γὰρ οὐ καλῶς δυνάμεθα ἀναγνῶναι ἢ φυλάσσοντες τὴν εῑ δίφθογ- γον. ἐπὶ δὲ τούτων παραφύλαξαι ὅτι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ῑ ἀπʼ αὐτῆς μετὰ συστολῆς, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτως “τὲν δʼ δεν Αἰνείας” (Il. 5, 166) “νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος” (Il. 2, 82), διαστολὴν δὲ οὕτως μετὰ [*](4. διενεγκάμενοι] προενεγκάμενοι cui oppositum πληθυντικῶς (ἵππων). Lehrsius. Pluygers. p. 5, antiquam scholii 5. δεῖ Lehrsius] νῦν formam fuisse coniecit ἵππων: 7. διαιρεῖσθαι] Nempe in Κάῖρα. ἵππῳ καὶ ἵππων· ἐν δὲ τῇ κατʼ Ἀρι- COBET. στοφάνη ἵππῳ. Apud Eustathium 10. καὶ ἵππω] διχῶς καὶ ἵππω Vill. p. 1051, 16 est ἵππου. δυῖκῶς] Ineptum est utrumque 15. περόνης] *πτέρνης δυῖκῶς quod locum haberet si 22. ὑγιῶς] ὑγειῶς ἵπποιν scriptum fuisset. In δοτικῶς 24. ὅτι addidit Bekkerus. mutat Lehrsius Herod. p. 460, in 25. καταλήγῃ Bekkerus] καταλήγει ἑνικῶς La Roche Textkr. p. 144, 27. διαστολήν] διαστολῇ)

177
συστολῆς “τὴν δὲ ἴδεν προμολοῦσαν” (Il. 18, 382) “τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ” (Od. 5, 333). οὕτως οὖν καὶ ἐνθάδε.

*ὄγκους] τοὺς τῆς ἀκίδος λέγει πώγωνας.

153. *στενάχων] ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὀρέγων· λαὶ γὰρ στενάχοντο ὡς ὀρέγοντο.