Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος νεώτερόν φησι τὸν Δία (Th. 454).

*ὅτι οὐ καθʼ ἡλικίαν λέγει, ἀλλʼ ἐν τιμῇ.

ἀγκυλομήτης] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδὼς, ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι, συνετός.

60. διασταλτέον ἀμφότερον, γενεῇ τε, κέκλημαι. φησὶ γὰρ διὰ ταῦτα πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ πάντων βασιλέως.

[*](8. συνήλειπται Bekkerus] συνεί- 22. προδεηθείς] προσδεηθεὶς ληπται 23. Lemma φέρτερός ἐσσι deest. 13. συνεμάχουν] συνεμάχει Vill. 24. πλαγιασθεὶς] πλανηθεὶς Co- V. Bast. ad Greg. p. 776. betus.)
171

*ὅτι γενεῇ ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ.

64. ὅτι τὸ ἐπιτεῖλαι ἀντὶ προστακτικοῦ κεῖται. τὸ δὲ πειρᾶν εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν ἕξει πρὸ αὑτοῦ (ἤρτηται γὰρ τοῦ προτέρου λόγου)· εἰ δὲ ἀντὶ προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πείρα, ὑποστικτέον.

66. οὐκ ἀσεβεῖ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς τοὺς ὅρκους κακῶς γεγενημένους (οὐδὲ γὰρ ἑτέρως Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν) διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθη- νᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτὸν τὸν τοῦ Πανδάρου, καὶ ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύοντες φασὶ προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τʼ αἴ κε θέλῃσιν,” οὐ πείθειν.

ὑπερκύδαντας] τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλί- νονται οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδᾳ, Σουίδας Σουίδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττοσυλλά- βως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων, τὸ ὑπερκύδαντας Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω. γέγονε κυδάεις κυδάεντος κυδάεντας καὶ ὑπερ- κυδάεντας. λέγουσι δέ τινες ὅτι ἐν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρω- διανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἐστὶ κυδαίνω ὑπερκυδαίνω, ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ ὀνοματικῷ λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλ- λον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ γὰρ ὀνοματικῷ μᾶλλον [*](1. γενεῇ] om. empla v. in Thes. vol. 7 p. 25. 5. πείρα, ὑποστικτέον Cobetus] Utraque scriptura est apud Choe- πειρᾶτο στικτέον rob. p. 34, 26. 41, 14. 6. Hoc scholion ad v. 88 cum 17. Λεονείδας Λεονείδα A. Cor- lemmate εἴ που ἐφεύροι. rexi et Choerob. p. 34, 26. 16. Σακάδας Σακάδα] ἀκάδας ἀκάδα. 19. μείδω ex Choerob.] μειδιῶ Eadem corruptela apud Athen. 9 23. κθδίεις κυδίεντος κυδίεντας καὶ p. 388 b quod est in codice ἀκα- ὑπερκυδίαντας A. Correctum ex μασσακάδας (i. e. Ἀκάμας, Σακάδας) Choerob. et Eustath. p. 445, 30. in apographis corruptum in Ἀκάμας κυδήεις et reliqua per η in Etym. Ἀκάδας Alia huius nominis ex- M. p. 779, 29.)

172
πιστευτέον ἢ τοῖς ἐπιμερισμοῖς. τοῦτο γὰρ ώμολόγηται εἶναι Ἡρωδιανοῦ. ἀλλʼ εἰσὶ καὶ ψευδεπίγραφοι.

70. ἐς στρατὸν ἐλθέ] ὅτι τὸ μὲν ἐλθέ προστακτικὸν, τὸ δὲ πειρᾶν ἀπαρέμφατον ἀντὶ τοῦ πείρα προστακτικοῦ.

74. * ὅτι ὡς περὶ ὄρους τοῦ Ὀλύμπου λέγει.

75. οἷον δʼ ἀστέρα] τούτους διάττοντας καλοῦσι. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρί- ζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐὰν δὲ δηλοῖ τὸ ἄπωθεν ἡ ἄπο, βαρύνεται.

79. κὰδ δʼ ἔθορʼ] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμβος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, Σιμωνίδης δὲ ἀρσε- νικῶς.

83. ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται· εἴρηται γὰρ καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ, εἰ καὶ ἀπαντᾷ, φησὶν, ἡ ὑπόκρισις.

88. Πάνδαρον ἀντίθεον διζημένη] τούτῳ καὶ τῷ ἑξῆς παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει “εὖρε δὲ τόνδε,” τὸν δὲ δεύτερον οὐδὲ γράφει, δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι· καταλέλοιπε δὲ τὸ διζημένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα ἐπιτηδεύειν.

93. πίθοιο] διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο; καί φησιν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν, “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3 454)· τῶν δὲ ἐπικού- ρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ Il. 5, 192), καὶ ὅτι φύσει ἐπίορκος· τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. τινὲς δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυνα- μένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει [*](2. Ἡρωδιανοῦ] V. Lentz. Praef. 15. * ἀπαντᾷ] ἀπατᾷ ad Herodian. vol. 1 p. xxviii. 21. διὰ τί] * Πορφυρίου. διὰ τί 8. ἐὰν δὲ —] Pertinet ad v. 77 24. Ἀριστοτέλης] ἀριἆ τοῦ δὲ πολλοὶ ἀπὸ σπινθῆρες ἵενται. 26. πᾶσιν] om. 11. Σιμωνίδης δέ] * παρὰ δὲ Σιμω- 28. ἐπʼ οἴκου] ἐπι οἴκ᾿ νίδῃ καὶ ὅτι] καὶ om.)

173
τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως ὡς καὶ ἐπι- φωνῆσαι τὸν ποιητὴν “Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδω- κεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.

94. ἐπιπροέμεν] Ἀρίσταρχος ἀναστρέφει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπʼ ἐκείνου “ἦ καὶ ἐπʼ Ἀντινόῳ ἴθυνεν ” (Od. 22, 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφʼ ἓν, ἐπιπροέμεν, ὁμοίως τῷ ἐπι- προίηλε καὶ ἐπιπροέηκε, ἵνʼ ἔμφασις μᾶλλον γένηται.

96. βασιλῆϊ] πρὸς καιρὸν ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξαν- δρον ἕνεκα τοῦ μᾶλλον πεῖσαι αὐτὸν ἐλπίδι μείζονος δωρεᾶς.

97. τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέ- φεται πρόθεσις γενικῇ συντασσομένη πτώσει· ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο.

99. πυρῆς ἐπιβάντʼ] οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γάρ γίνεται τῇ μετοχῇ, εἰ συνταγείη ἡ πρόθεσις.

ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν· εἶθʼ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστοῖς ἐχώννυον ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι.

100. *πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέλαον.

101. * Λυκηγενέϊ] ὅτι ἀπὸ τῆς Τρωικῆς Λυκίας, ἐξ ἧς ἐστὶν ὁ Πάνδαρος.

Λυκηγενέι] φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν εἰς Λυκίαν ἀπηλλάγη, ὡς καὶ Ἄγνων ἐν τῇ δεκαστίχῳ λέγει.

τεσσάρων δὲ τεχνῶν ἔφορός ἐστιν ὁ θεὸς, τοξικῆς ἰατρικῆς μαντικῆς καὶ μουσικῆς.

103. οἴκαδε νοστήσας] ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία τὸ παλαιὸν Ζέ- λεια ἐκαλεῖτο διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι.

105. ἰξάλου] ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. συμβαίνει γὰρ, φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια.

106. ὅτι οὐ πρηνεῖς, ἀλλʼ ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συν- ίστησι, διὰ τὰς βίας τῶν βαλόντων.

[*](12. Haec sic supplet Lehrsius ἔστι νῦν τῇ γενικῇ—. πρόθεσις συναληλιμμένη. ἀλλʼ οὐδὲ 23. *τὴν τῆς] τῆς om.)
174