Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

468, 469. *τὸ ἑξῆς πλευρὰ οὔτασε, τὰ δὲ λοιπὰ διὰ μέσου.

472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμὸς δονοπαλίζω, καὶ συγκοπὴ δνοπαλίζω, ὡς πυκτεύω πυκταλεύω.

475. Ἴδηθεν] Ἴδη ἐστὶν ὄρος ὑφηλότατον Τροίας. ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης, ἀπὸ Ἴδης τῆς τὸν Δία θρεψάσης νύμφης. Δίδυμος δὲ πάντα τὰ ὅρη ἴδας λέγει, ἀπὸ τοῦ δύνασθαι ἀπʼ αὐτῶν πάντα καθορᾶν.

478. θρέπτρα] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ. λέγεται δὲ [*](3. ἄγκος Bekk.] ἄγγος 16. προσυνίστησι Cobetus] πα- 13. ἔκτεινεν ἐν προμάχοις addidit ρασυνίστησι Lehrsius. 20. αἰολοπώλους] ἐλαιοπώλους 15. τυχὸν Lehrs.] ἐσθλὸν χρῆται] χρᾶται)

193
θρεπτά τὰ τεθραμμένα, θρέπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτήρια, ὥσπερ λύτρα τὰ λυτήρια.

482. ἐν εἱαμενῇ] ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. ὠνομάσθε δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως, παρὰ τὴν ἕσιν, ἢ ῥειαμένη τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ· ἢ γέγονεν ἀπὸ τοῦ ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσαμενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ ᾱ ἑαμένη, ὡς ἥλω ἑάλω, ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ῑ εἱαμενή.

*τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως.

487. κεῖται ποταμοῖο παρʼ ὄχθας] ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παρα- δίδωσι διʼ ἣν παρὰ ταῖς τῶν ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυτο- μούμενα ξύλα· “ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι χει- μάρρους κατʼ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας” (Il. 11, 493). τούτου χάριν ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύματος.

490. *ἀκόντισεν ὀξέι δουρί] ἐν ἄλλῳ ἀκόντισε δουρὶ φαεινῷ.

491. *ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταραχήν.

492. βραχὺ διασταλτέον ἐπὶ τὸ βουβῶνα. οὐκ ἀναγκαῖον δὲ ἐκ- τείνειν τὴν τελευταίαν τοῦ νέκυν διὰ τὸ μέτρον· ἀπήρτηκε γὰρ εἰς μέρος λόγου.

497. ἀμφι ἓ] δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.

499. νόθον] τὸν οὐ γνήσιον υἱὸν, ἀλλʼ ἐκ παλλακίδος ὄντα. αἱ γὰρ παιδοποιίαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· ὁ μὲν γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή- σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης· καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102). σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ” (Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ- μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180). γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.

[*](4. αὐτῶν] τῶν φυτῶν Bekkerus. 13. ὀπαζὀμενος] ὀπάζων 8. εἱαμενή] ῖαμενή A, qui addit 27. μὲν οὖν Bekkerus] οὖν μὲν ?? δὲ λέγει τήν ἀνάδοσιν τῶν φυτῶν. 29. ἑ] om. 12. πεδίονδε] πεδίον)
194

500. ἐξ ἐκείνου τοῦ τόπου ἐν ᾦ ἵπποι ἐγεννῶντο ταχεῖς. εἶπε δὲ ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου.

* ὅει οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφείων ὄντων τοῦ Πριάμου.

502. κόρσην] τὸν κρόταφον. ἐπὶ κόρσης γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὴν γνάθον· καὶ “ἑτέροιο διὰ κροτάφοιο.” ὡς οὖν ἔλλος ἔλαφος, κόρση κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ, διότι προειπὼν τὴν κεφαλὴν διέσταλκε κατὰ μέρος τὸν κρόταφον.

503. τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμὸς παρὰ τὰς πτώ- σεις· ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν.