Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. χρυσέῳ ἐν δαπέδῳ] πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ; ἰστέον δὲ ὅτι, ὅταν μὲν στερεὸν βούληται λέγειν, τότε πολύχαλκόν φησιν, ὅταν δὲ καλὸν, χρυσοῦν.

δάπεδον τὸ ὁμαλὸν χωρίον· γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκεί- μενα ταῖς οἰκίας οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας καταρριφθείσης εἰς ἔδαφος.

τὸ σφισι κατʼ ἔγκλισιν ἀναγνωστέον νῦν, ἵνα εἰς ἀπλῆν ἀντωνυ- μίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπʼ Ἀρι- [*](1. Ἡλιόδωρος ἰλιόδωρος 9. * κρείσσων τε γένηται—Μενέ- 2. Χαίριδος Cobetus] Χάριδος λαος] om. 6. * Ἀλέξανδρος] om. 14. ἠγνόησεν] Hoc falsum est: v. 8. *φωνήν ἐπίκουρον] ἐπίκουρον Duentzer. Zenod. p. 80. φωνὴν “οὐ γὰρ ἐκτάνθη] om. 28. καταρριφθείσης] κἆριφθεισ)

167
στάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν οὐκ ἐφύλαξαν. ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς ἀπλῆν μεταλαμ- βάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ “ἔτι γάρ σφισι κῦδος ὀρέξω” (Il. 17, 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι γὰρ ὅτε καὶ εἰς ἀπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως “αἵ ἑ μετὰ σφίσιν εἶχον” (Il. 22, 474), εἰς ἀπλῆν δὲ οὕτως “τοὺς δʼ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι” (Od. 14, 272)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργά- ζεσθαι, ἀλλʼ αὐτοῖς τοῖς ἄγουσιν· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς.

Ἥβη] ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ· οὐκ ἄρα γεγάμηται ὑφʼ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν νεκυίαν ἠθετημένοις (Od. 11, 602). δι᾿ ἣν δὲ αἰτίαν οὐ πάρεστι Γανυμήδης, ὢν οἰνοχόος τοῦ Διός ; ἔνιοι μέν φασιν ὅτι τοῦ Διὸς μόνου ὢν διάκονος, οὐκ ἐξῆν αὐτὸν κοινῶς πᾶσιν οἰνοχοεῖν· ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πᾶσίν ἐστιν. ἔνιοι δέ φασιν ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης. εὐοικονο- μήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ; ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν λεχθέν. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.

3. ἐῳνοχόει] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐνῳνοχόει φέρεται· οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. διαφόρους δὲ δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός· ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· “στῆσε δʼ ἐν Ἀμνισῷ” (Od. 19, 188)· “σκῆπτρον μέν τοι δῶκε (Il. 9, 38)· τὸ γὰρ ἐντελὲς “τῷ δʼ ἕτερον μὲν ἔδωκεν” (Il. 16, 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ [*](13. διʼ ἣν δὲ] *ἐζήτηται δὲ διʼ ἣν 25. Ζηνοδότειον—τῆν] ζηνοδό- 16. *εὐοικονομήτως ἔπεστι] εὐοι- τειον—τὴν κονομήσω ἀπέστη 26. ἐν addidit Lehrsius. 20. * ἀβροσία] om. 30. Ἀμνισῷ] ἀμνησῷ 21. * λεχθὲν] γεγενημένον)

168
οἴγω ᾦγεν κατὰ παρατατικόν· “τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν” (Il. 14, 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν “ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε” (Il. 1, 24), τὸ δὲ κατὰ πλεονασμὸν “οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε” (Od. 3, 143). καὶ πάλιν “ἕσσατο δʼ ἔκτοσθεν” (Il. 10, 334), εἶτα ἐν ἑτέροις “ἑέσσατο δέρμα” (Il. 10, 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ “ὦσα παρέξ” (Od. 9, 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλεονασμῷ φησὶ “κὰδ ἄρʼ ἐπὶ στόμʼ ἔωσεν” (Il. 16, 410). οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐν ἑτέροις γάρ φησιν “ᾠνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15, 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο “νέκταρ ἐῳνοχόει.”

7. *ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητὴς, ἡ ἀρηγών.

14. βραχὺ διασταλτέον ἐπὶ τὸ τάδε ἔργα καὶ ὄρσομεν, βαρυ- νομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ ὄρσομεν πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. ἡμεῖς δὲ στίζομεν ἐπὶ τὸ ὄρσομεν· ὁ γὰρ λόγος, φραζώμεθʼ ὡς ἔσται ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν.

17. εἰ δʼ αὔτως] διὰ τοῦ π αἱ Ἀριστάρχου, εἰ δʼ αὖ πως. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δʼ αὔτως, διὰ τοῦ τ.

21. πλησίαι] ὅτι τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἑκατέρωθεν πλησίον τοῦ Διός.

22. πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται. οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς σημείοις φησὶν, ὁμοίως τῷ “ἀλλʼ ἀκέων δαίνυσθε” (Od. 21, 89)· ὁ γὰρ Ἀπολλώνιος ἐν τῷ περὶ μετοχῆς ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος.

23. * σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.

[*](11. κατὰ Bastius ad Greg. p. 69] οὖ πως. μετὰ 23. ὅτι addidit Cobetus, nisi 13. *μόνου] om. scribendum sit πρὸς τὴν καθέδραν— 22. εἰ δʼ οὔτως] Sic A im scholio ὅτι ὑποτίθεται—. et in textu εἰ δʼ αύτως sine spiritu, 27. τῷ Vill.] τὸ et in marg. inter. Ἀρίσταρχος εἰ δʼ 30. *καὶ γὰρ] γὰρ om.)
169

26. δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμὸς λέγεται.

27. ἱδρῶθʼ] αἰτιατική ἐστι κατʼ ἔκθλιψιν εἰλημμένη, ἔνθεν προπε- ρισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυ- λάσσειν τὸν χρόνον τῶν παρυχημένων καὶ ἀποβάλλειν. δύναται μέν- τοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτι- ατικὴν προφέρεσθαι “ἱδρῶ ἀπεψύχοντο” (Il. 11, 621).

32. διασταλτέον ἐπὶ τὸ ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος.

37. ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω.

43. *ἐγὼ σοί] ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδιαστολὴ εἶναι.

ἑκὼν ἀέκοντί γε θυμῷ] τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ στίχῳ οὐδε- μίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς· ὁ μέντοι λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ ἑκών. λέγει δὲ ἑκὼν μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλʼ ἀπροαιρέτως τὴν πόλιν προίεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις.

ἄλλως. καὶ γὰρ ἐγώ σοι δῶκα—θυμῷ] πολλὰ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.

ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ] βιαζόμενος, ὥσπερ οἱ πλέοντες ἑκόν- τες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦνται. δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ Τρύφων, φησὶ, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών, ἵνʼ ᾖ δῶκʼ [*](8. ἔφαμεν] Ad 4, 3. 29. ἐν ἄλλῳ] Lemma praefixum 14. *πόλεμος] om. δῶκα ἑκὼν, licet lemma sequatur στίζοντες] στείζοντες ἀέκοντί γε θυμῷ νεῖκος] νίκος)

170
ἀέκων ἀέκοντί γε θυμῷ. ἢ ἑκὼν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας, ἐστι καίπερ μὴ βουλόμενος.

45. ναιετάουσι] ὅτι τῷ ἐνεργητικῷ ἀντὶ τοῦ παθητικοῦ κέχρηται, ἀντὶ τοῦ ναιετάονται.

46. περὶ κῆρι] τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει τὸ πε- ρισσῶς, ὁμοίως τῷ “ὡς περὶ μὲν νόον ἐστὶ, περὶ δʼ ἱρὰ θεοῖσι” (Od. 1, 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται (ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ῃ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐστιʼ προπερισπασθήσεται ἄρα.

* Ἴλιος ἱρή] ὅτι θηλυκῶς τὴν Ἴλιον.

Ἴλιος ἱρή] διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως “Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς” (Il.15, 71).

52. Ἄργος τε Σπάρτη τε] ὅτι τούτων τῶν πόλεων ἕνεκα συνε- μάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν Ὅμηρος.

53. πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι, ἵνʼ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. δείκνυσι δὲ τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν.

54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω.

55, 56. ἀθετοῦνται ἀμφοτεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προδεηθεὶς δύναται τοῦτʼ ἔχειν.

56. *φέρτερός ἐσσι] φέρτατός ἐσσι.