Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

415. * ἔκπαγλʼ ἐφίλησα] Ἀρίσταρχος Ἰακῶς ἔκπαγλα φίλησα.

416. * ἔχθεα] ἐν τῇ ἑτέρᾳ τοῦ Ἀριστάρχου ἄχθεα, τινὲς δὲ ἄλγεα.

417. * ὄληαι] ὡς πύθηαι· μέσος γὰρ δεύτερος ἀόριστος.

419. * ἀργῆτι φαεινῷ] τοῦτο ἐκ παραλλήλου εἴρηται.

423. ἡ δʼ εἰς ὑψόροφον] ἀπὸ τούτου ἕως τοῦ ἔνθα κάθιξʼ Ἑλένῃ (426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζη- νόδοτος μετετίθει τὴν συνέπειαν οὕτως “ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, αὐτὴ δʼ ἀντίον ἷζεν Ἀλεξάνδροιο ἄνακτος, ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ.” ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ τὴν Ἁφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει.

424. φιλομμειδὴς Ἀφροδίτη] τὸ γὰρ ἀφροδίσια λύπης ἀπήλ- [*](1. οὕνεκα Friedl.] νικήσας 20. Inter scholia ἐν τῆ ἑτέρᾳ τῶν 5. In textu κελεύθους, in marg. Ἀρισταρχείων ἄχθεα ἐγέγραπτο· τινὲς Ἀρίσταρχος κελεύθου. δὲ ἄλγεα γράφουσιν. 9. τῆς Bekk.] τί 29. ἐπιτηδεύει Vill.] ἐπιτηδεύειν 12. πορσανέουσα] Sic in textu.)

164
λακται. ἡ θεὰ γὰρ αὕτη ἐρώτων συνεργός· “ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετʼ ἀνθρώποις ἐρᾶν.”

426. κάθιζ᾿] συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνον ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τόνον. εἶχον συνεῖχον· ἀλλʼ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος “νὺξ δὲ μάλα στνγερὴ κάτεχʼ οὐρανόν” (Od. 13, 269). οὕτως ἷζε κάθιζε· “Νέστωρ τʼ αὖ τοτʼ ἔριζε” (Od. 3, 411).

428. πλανώμενοί τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν.

432. ἀπὸ τούτου ἕως τοῦ ἀφραδέως (436) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ καὶ ἀκατάλληλοι. ἅμα μὲν γὰρ λέγει “ἀλλ᾿ ἴθι προκάλεσσαι,” καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει “ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι” ὡς φροντιζούσης.

434. *παύσασθαι] Ἀρίσταρχος παύεσθαι.

στικτέον ἐπὶ τὸ κέλομαι· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ προσ- τακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ τὸ κέλομαι, ὄντως ἀπαρέμφατα.

436. * δαμασθῇς] Ἀρίσταρχος δαμήῃς.

440. * κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγώ· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε τὸ νικήσω.

πάρα] ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφὴ, ἀλλὰ καθʼ ὑπερβατὸν κεῖται, διαλελυμένου τοῦ πάρεισιν. εἰκότως τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· “κατὰ ταῦρον ἐδηδώς” (Il. 17, 542), “κατὰ βοῦς Ὑπερίονος ἤσθιον” (Od. 1, 8) “ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη” (Il. 2, 278). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς σὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μὲν ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν [*](1. ἡ θεὰ—ἐρώτων] *ἡ θέα (hoc Veneti B. accentu) γὰρ ἐρώτων 19. ἀπαρέμφατα Friedl.] ἀπαρέμ- ἐσορᾶν—γίγνετ᾿] εἰσορᾶν—γίνεται. φατον Correctum ex aliis scriptoribus: 20. δαμήῃς La Roche Textkr. p. de quo dixi ad scholion cod. 406.] δαμείῃς)

165
προθέσεων, οἷον κασήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα- γινώσκομεν.

443. οὐδ᾿ ὅτε σε πρῶτον] Ἀλέξανδρος υἱὸς Πριάμου Τροίας βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ, ναυπη- γήσαντος αὐτῷ ναῦς Ἀρμονίδου ἢ κατά τινας τῶν νεωτέρων Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν εἰς Λακεδαίμονα, τὴν Μενελάου πόλιν· ἐνταῦθα δὲ τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει βληθεῖσαν διʼ ἀλληλομαχίαν Ἔρωτος, ἀναλαβὼν αὐτὴν σὺν τοῖς ἐν τῷ οἴκῳ χρήμασιν ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης, κἀκεῖ γάμου συνουσίαν ποιησάμενος κεν ἔχων αὐτὴν εἰς Ἴλιον· μητρόπολις δὲ αὕτη τῆς Τροίας· ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει κομίσας οἴκαδε συνεκοιμήθη, ἀπροσδοκήτως πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων.

445. νήσῳ δʼ ἐν κραναῇ ἐμίγην] ὅτι οὐκ ἐν Σπάρτῃ ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται· καὶ ὅτι ἄδηλον πότερον ὄνομα κύριόν ἐστιν, ἀπὸ τοῦ κρανθῆναι ἐπʼ αὐτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη.

446. ως σεο] ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον “ὡς σέο νῦν ἔραμαι·” ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. τὸ δὲ ὡς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε- λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.

448. *τρητοῖσι] ὁ μὲν Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ [*](10. βληθεῖσαν] βληθεῖσαν ἑλένην ἀπηρτισμένου Vill.] ἀπηρτημένου 26. κέηται] κέειται 28. διὰ τῶν] ἵν᾿ ᾖ τὸ Lehrsius. 27. μὴ addidit Lehrsius.)

166
κλῖναι· ὁ δὲ Ἡλιόδωρος εὖ τετραμμένοις. Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος διὰ τὸ κατὰ τὴν ἁρμογὴν τετρῆσθαι.

453. οὐ μὲν γὰρ φιλότητι] ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν λέγοι ἐν τοῖς ἐπάνω (56) ὁ Ἕκτωρ “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες,” ὡς Ζηνόδοτος γράφει, ἀλλὰ δειδήμονες.

457. νίκη μὲν] ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος, καὶ καλούμενος ἄπεστιν· καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκουρον, “εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ” (284)· οὐ γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.

459. ἀποτινέμεν] ὅτι Ζηνόδοτος ἀποτίνετον. συγχεῖται δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὁμηρος, ἀποτινέμεν ἀντὶ τοῦ ἀποτίνετε.

460. *ὅτι ἡ μετά ἀντὶ τῆς ἐν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.