Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

364. οὐρανὸν εὐρύν] ὅτι Ζηνόδοτος γράφει αἰπύν. αἰπὺ δὲ ὄρος ἂν λέγοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῆ.

365. ὀλοώτερος ἄλλων] ἐμοὶ τῷ Μενελάῳ δηλονότι. ἐνόμισαν γάρ τινες διὰ τούτου βλασφημεῖν τὸν Μενέλαον. ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσᾷ. ἀρετῇ γὰρ οἰκεία νέμεσις, οἶδέ τε πάσχων ἅπερ οὐκ ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.

366. *περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γὰρ ἦν.

368. οὐδʼ ἔβαλόν μιν] ὅτι Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα συγ- γράμματι ὁμοίως εἶχεν οὐδʼ ἐδάμασσα. καὶ ἔστι συναίρων τοῖς λεγομένοις πρότερον (352) ὑπὸ τοῦ Μενελάου “δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι.”

ὅτι σαφῶς τὸ οὐδʼ ἔβαλόν μιν σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν.

371. πολύκεστος] ὅτι πολύκεστος ὁ πολυκέντητος· ἐκ δὲ τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπὸ τούτου· “τῆ νῦν, τοῦτον ἱμάντα ποικίλον” (Il. 14, 219). ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν κεστὸν ἐκδέχεται.

*ἁπαλὴν εἶπεν ὀνειδίζων, ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα φέρειν.

373. *ἐν τῇ Ἀριστοφάνους καί νύ κεν ἐξείρυσεν.

374. Διὸς θυγάτηρ Ἀφροδίτη] πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δʼ ἂν ἐγένετο οὕτως, εἰ μὴ ἄρʼ ὀξὺ νόησε, καί νύ κεν εἴρυσέν τε.

375. ἶφι κταμένοιο] ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος, τουτ- έστι σφαγέντος· τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστὶν ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου.

379, 380. ἔγχει] ζητεῖται ποίῳ ἔγχει: ὃ γὰρ εἶχεν ἐξηκόντισεν· διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν ἐφʼ ὃ ἐξηκόντισεν ἔγχος ἐνε- χόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά- σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, ἐπόρουσε ἔγχεϊ χαλ- κείῳ, εἶτα χωρὶς κατακτάμεναι μενεαίνων.

[*](5. *νέμεσις] om. συναίρων Bekk.] συναιρῶν *οἶδέ τε] οἶδεν 19. *ὀνειδίζων] om. 9. Verba πρὸς Ἀθηνοκλέα post 21. ἐξείρυσεν] Fuit aut ἐξέρυσέν συγγράμματι repetit. τε καὶ, aut ἐξείρρυσσε καὶ 10. εἶχεν Vill.] εἶχον)
162

387. ναιεταώσῃ] ναίω ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαιρέσει ]ναιετάω. καὶ ἔδει μὲν ναιεταούσῃ, καί ἐστιν ὅμοιον τῷ “ἱδρῶσαι· ἦγον δέ” (Il. 11, 598).

390. στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ ἐξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ.

391. δεινωτοῖσι] ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ.

392. οὐδέ κε φαίης] ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν.

393. *διαστολὴ βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ οὐδέ κε φαίης.

395. ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν ἐθύμωσεν, ἀλλὰ τὸ παρώρμησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς ἐνδιασκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ καί ῥʼ ὡς οὖν ἐνόησε ἕως τοῦ ὣς ἔφατ᾿, ἔδδεισεν δʼ Ἑλένη (418) στίχοι κγ΄. πῶς γὰρ ἡ γραίᾳ παλαι- γενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχε καὶ ὄμματα μαρμαίροντα καὶ στήθεα ἱμερόεντα; καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα “ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδʼ ἔτι σοῖσι πόδεσσιν.” καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν “μή μʼ ἔρεθε, σχετλίη.” αἰρομένων δὲ αὐτῶν, καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, ἦρχε δὲ δαίμων.

400. ἦ πή με] τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή ὀξυτο- νητέον διὰ τὸ με ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πή οὐ πύσμα, ἀλλὰ ἀόριστον.

401. Μῃονίης] Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιὸν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ (7).

402. *κἀκεῖθι] Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι.

403. *πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος.

[*](3. τῷ] τὸ Lehrsius. 7. ἔντασιν] ἔνστασιν 24. τὸ δὲ πή] τὸν δὲ πη πρώτῃ] Suspectum Lehrsio. 28. Ἡρόδοτος ἐν τῇ πρώτῃ ex 13. Cum hoc scholio confe- cod. Wetstenii ap. Valcken. ad rendum schol. ad 4, 208. Herod. 7, 74.] ἡρωδιανὸς, omisso ἐν 18. παρὰ] καὶ παρὰ Friedl. τῇ πρώτῃ 21. αἰρομένων Bekk.] ἐρωμένων 30. ἀνέστραπται] Vid. ad schol. 23. δαίμων] δαίμων, καλῶς ἔχει v. 306.)
163

404. ἀπʼ ἄλλη; ἀρχῆς τὸ οὕνεκα· ἀσύνδετος γὰρ πρὸς τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι, ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστὶ καὶ ταῦτα, οὕνεκα—τοὔνεκα.