Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Αὐτὰρ ἐπεί] ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους “ὥστ᾿ ὄϊες πολυπάμονος” (Il. 4, 433) καὶ ἐς Τρώων ὅμαδον κίεν” (Il. 7, 307). διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ζητεῖται δὲ πῶς δεῖ τὸν αὐτάρ σύνδεσμον προφέρεσθαι, πότερον ὀξυτόνως ἢ βα- ρντόνως. οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν, ὡς Καλλίμαχος, οἱ δὲ βαρυτόνως λόγῳ τῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ εἶθαρ μάκαρ δάμαρ στέαρ οὖθαρ. ῥητέον δὲ ὅτι οὐδεὶς συμ- πλεκτικὸς ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται.

κόσμηθεν] ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου, ὅθεν καὶ ἡ τῶν ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται· ἡ δὲ διάλεκτος Δωρίς. εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται.

2. * κλαγγῇ τʼ ἐνοπῇ τʼ] ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ἀνόματα.

ὄρωιθες ὥς] βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀνταπόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν.

3. οὐρανόθι πρό] ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ. οὐρανὸν γὰρ καλεῖ τὸν ὑπὲρ τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου κορυφὰς ἐπουρανίους νοητέον.

[*](1. *διὰ—ἐκροὰς] τὸ—ἐκροῖ 32. ἐν τῷ addidit Bekkerus. 33. ὑπἐρ Cobetus] ὑπὸ)
136

4. χειμῶνα φύγεν] ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέγει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης.

5. κλαγγῇ—πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς. τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ- γήν. τὰ δὲ δειλότερα τῶν ζώων φωνητικώτερα μᾶλλον τῶν ἀν- δρείων.

6. Πυγμαίων] τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ τὸν κροατήν· ὅθεν καὶ τὸν θροῦν ἐπʼ ἄπειρον αὔξει. φησὶ δὲ αὐτοὺς Ἑκάταιος ἐπὶ σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτὰς, τὰς δὲ καταφρονούσας τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.

10. *ὅτι τὸ εὖτε οὐκ ἔστι χρονικὸν, ἀλλʼ ὁμοιωματικὸν, ἀναλογοῦν τῷ ἠΰτε.

διὰ τοῦ αἱ Ἀριστάρχου τὸ εὖτε, καὶ τὸ ἑτέρωθί που λεγόμενον “τῷ δʼ εὖτε πτερὰ γίνεται” (Il. 19, 386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλιωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο “ηὖτε ὄρευς κορυφῇσι,” παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρʼ ἕκαστα γράφειν ὄρεος. εἰσὶ δὲ οἱ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· “εὖτε γὰρ ἠέλιος φαέθων” (Il. 11, 735) καὶ “εὖτʼ ἀστὴρ ὑπερέσχε” (Od. 13, 93). λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸ ὄλον· *εὖτ᾿ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν·” ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί τις βλέπειν ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος. ταῦτα ὁ Δίδυμος.

11. ἀμείνω] ἡ διπλῆ, ὅτι τινὲς γράφουσι σὺν τῷ ν, ἀμείνων. εἰ δὲ [*](8. τῷ ξένῳ] ἡ διπλῆ ὅτι καὶ τῷ ξένῳ 9. *ἐπʼ ἄπειρον] om. Villoisonus, qui non animadver- 10. σχημάτων(ὀχημάτων Bekkerus) terat διπλῆν versui 6 non a prima, κριῶν] ὀχημάτων μικρῶν Cobetus. sed ab recentissima manu prae- 18. ηὖτε] ἠῦτε scriptam esse. Lemmati Πυγμαίων 30. Lemma ποιμέσιν οὔτι φίλην, in A asteriscus est praefixus ⋇. praefixo asterisco. *τὸν ἀκροοτήν· ὅθεν om.)

137
κατʼ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω.`

13. *κονίσαλος ὤρνυτ’ ἀελλής] ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής, ἀελλώδης.

16. *Τγωσίν] ἀντὶ τοῦ Τρώων. πτωτικὸν τὸ σχῆμα· ταῖς δοτι- καῖς γὰρ ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί.

18. αὐτάρ ὁ δοῦρε] Ἀρίσταρχος ἄνεν τοῦ ἄρθρου, αὐτὰρ δοῦρε. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστράτου, καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ Ἰξίων ἐν τῷ πρώτῳ πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφὴ, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος “κὰδ δέ μιν ὕπνος ᾔρει πανδαμάτωρ, ὁ δʼ ἐρεύγετο οἰνοβαρείων” (Od. 9, 372) ἀντὶ τοῦ καὶ ἐρεύγετο. Ζηνόδοτος δὲ συνηθέτηκε τοῖς ἑξῆς. οὐ συναθετουμένου δὲ δεῖ κοινὸν παραλαβεῖν “αὐτὰρ ὁ δοῦρε δύω ἔχων,” καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημμένον ἐπὶ τοῦ αὐτοῦ προσώπου.

19, 20. τὸ “πάλλων” καὶ τὸ “ἀντίβιον,ʼ ἀθετοῦνται ἀμφότεροι· ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν πρόκα λοῖτο εἰς μονομαχίαν, ἀλλʼ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς ὑφʼ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἄμα πάντας προκαλεῖσθαι.

ἐζήτηται πῶς ὁ Ἀλέξανδρος προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης. ἔνιοι μὲν οὖν φασὶν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. καὶ ἐμοὶ μὲν δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θράσος ἀλλότριον τῶν οπλων αὐτῷ προστέθεικεν, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.

[*](1. τῷ (ut schol. ad 15, 718) τοῖς ἐξῆς οὐ συντιθέμενον. δεῖ δὲ Friedlaenderus] τὸ κοινὸν 2. ἀμείνω] πολλὸν ἀμείνω Lehr- 18. παρειλημμένον Lehrsius] πα- sius. πήμενον 14. ὁ δʼ ἐρεύγετο] ὁ δʼ ἔρευγʼ 23. Lemma προπάροιθεν ὁμίλου, 15. Ζηνόδοτος—κοινὸν Lehrsius praefixo asterisco. Herod. p. 456] Ζηνόδοτος δὲ ἠθέτηκε)
138

20. *εὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι, ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.

22. τὸ προπάροιθεν ὁμίλου ἤτοι τοῖς ἐπάνω προσδοτίον, ἢ τοῖς ἑξῆς.

*ἐπὶ σώματι κύρσας] μεγάλῳ ζώῳ ἐπιτυχών· νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα.

κεραόν] εὔκερων ἄρρενα· αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφι- ροῦσιν. ἔλαφος δὲ εἴρηται παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφὸς τις οὖσα· τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς. ὅτε γοῦν ἀφανεῖς ὧσιν οἱ ὄφεις, αὕτη τὸ κέρας αὑτῆς προστρίβει εἰς πέτραν, ὃ θερμαινόμενον ποιεῖ τινὰ ἀναθυμίασιν, ἦς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν εὐθέως.

24, 25. *συναπτέον ἕως τοῦ πεινάων· φαῦλοι γὰρ οἱ συνά- πτοντες τὸ πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί. δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπὸς δέ ἐστι πεινῶν ὁ λέων, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.

25. *εἴπερ ἂν αὐτόν] ἅτι τὸ εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐ- τόν, ὡς ὅταν λέγῃ “εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν” (Il. 2, 598) ἀντὶ τοῦ εἰ καὶ αὐταί. καὶ ὅτι ὁ τέ σύνδεσμος περισσός.

28. ἀλείτην] ὅτι Ζηνόδοτος γράφει ἀλείτας, τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην.

29. χαμᾶζε] προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ ᾱ, ὥσπερ τὸ Ἀφίδ- ναζέ Θήβαζε ἔραζε, χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνο- μάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται.

[*](3. ἤτοι delevit Vil. Probabilius *εὐθέως] om. Cobetus ἢ τοῖς ἐξῆς post προσδοτέον 13. φαῦλοι—] Scholion muti- excidisse coniecit, quod recepi. latum: v. Friel. Nican. p. 166. 1. * ἔλοφος] ἔλαφος 21. τοῦ εἰ καὶ] τοῦ ε καὶ 9. *ὄτε—ὄφεις] οὕτως γοῦν οἱ 22. ἀείδοιεν] θέδοιεν (sic) ὄφεις, ὅτε ἀφανισθῶσιν 23. εἰ καὶ] εἰ om. 12. *ἐξίασιν] ἐξίουσιν)
139

31. ἡ ὑποστιγμὴ διὰ τὸ ὡς μόριον, τὸν δʼ ὡς οὖν. ἡ διπλῆ δὲ, ὅτι ἀντὶ τοῦ κατεπλάγη.

33. ὡς δʼ ἅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ- γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζώων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται. ὃ συνέβη Ἀλεξάνδρῳ.