Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

113. * Ἴλιον] Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· καὶ Εὔβοιαν, ἀλλ᾿ οὐκ Εὐβοεῖς.

[*](2. τοῦ addidit Bekkerus. 13. Φιλητᾶν] Φιλιτ· 5. τὸ Bekkerus] τῷ 16. αὖ τὸ Lehrsius Arist. p. 17] 6. δόξειεν ἂν] Sic p. 44, 13. αὐτὸ. 12. γράφομεν Lehrsius] γράφοι- 19. ὑπομνημάτων Lehrsius Arist. p. 17] ποιημάτωνμεν)
82

114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύεσθαι;

115. δυσκλέα Ἄργος] ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοιαῦτα ἐκφέρει, δυσκλέα καὶ ἀκλέα, Ἰωνικῶς· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν.

συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς ἀμφηρεφέα, ὁμοίως τῷ “ἄειδε δ᾿ ἄρα κλέα ἀνδρῶν,” (ΙΙ. 9, 189.) “ἀκλέα ἐκ μεγάρων,” (Od. 4, 728.)

116. πρὸς τὸ μέλλει, ὅτι ἀντὶ τοῦ ἔοικεν· ὁ δὲ ἀστερίσκος, ὅτι εἰς τὰς Λιτὰς (ΙΙ. 9, 23) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς.

*ὑπερμενέι] συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ.

117. ὃς δὴ πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει, εἴτε περὶ τῶν εἰκοσιτριῶν, ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου.

*τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον Ἰώνων.

118. τοῦ γὰρ κράτος] πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ.

τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ τί ἐστι θεός; τὸ πάντων κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ;

119. *ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν.

122. *ὅτι ἥσσονες κατὰ τὸν ἀριθμὸν οἱ βάρβαροι.

οἱ μὲν Τρῶες, χωρὶς τῶν ἐπικούρων, ἦσαν ἀριθμῷ μυριάδες ε΄ (ΙΙ. 8, 558)· τὸ δὲ τῶν Ἑλλήνων πλῆθος τινὲς μέν φασι μυριάδας ιβ΄, ἄλλοι δὲ ιδ΄.

123. εἴπερ γάρ κ᾿ ἐθέλοιμεν] ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγ- μαί εἰσιν ἐν ὑποκρίσει πᾶσαι, ἄμφω, καὶ ἔασιν, καὶ Ἀχαιοὶ, καὶ οἰνοχοεύειν. τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος.

*ὅτι περισσὸς ὁ κε σύνδεσμος.

124. ἀθετεῖται· οὐ γὰρ ἐπ᾿ ἀληθείας λέγεται, ἀλλ᾿ ὑπερβολικῶς τὰ τῶν δεκάδων· πρὸς τί οὖν ὅρκια;

[*](1. * ὡς καὶ] om. 10. οἱ τρεῖς (116—118) Lehr- 2. *θεὸν] θεῶν sius] δίς. 4. Ὅμηρος—καὶ ἀκλέα Lobeck. 17. Πυθαγόρας—εἴην ἐγώ] *Πυ- Pathol. El. vol. 1 p. 263] ὁμηρικήν θαγόρας ἐρωτηθεὶς τί ἐστὶ θεὸς, φησὶ —καὶ ἀγακλέα. τὸ πάντων κρατοῦν, ὅς γε—ἐγὼ, φησὶν, 7. τῷ ἄειδε δ᾿ ἄρα κλέα Cobetus] Ἀγαμέμνων, πρὸς τὸ κράτος ἐκείνου. 22. *μέν] om. τῷ ἀλέα ἐκ μεγάρων] ἐν μεγάρῳ 26. ἀναρτήσεως Friedl.] ἀρνήσεως.)
83

125. *Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν] ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπιφέρων.

Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων. ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (6, 265) “πᾶσιν γὰρ ἐπ᾿ ἴστίον ἐστιν ἑκάστῳ,” ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ. ἡ διπλῆ δὲ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμηθῆναι κεῖται, ἀλλ᾿ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι διαμένουσιν.

τὸ λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, λέξασθαι εἰς εὐνήν (Od. 17, 102). τὸ ἐπελέξατο, λέξατο κούρους (ΙΙ. 21, 27), τὸ ἀριθμεῖν, λέγε κήτεσσιν (Od. 4, 452).

127. *ὁ Ἰξίων διὰ τοῦ ν ἕκαστον.

129. *πλέας] τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται.

130. Τρώων οἱ ναίουσι] ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133) ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησιν εἶναι.

131. ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων εὕρομεν ἔνεισιν· καὶ Καλ- λίστρατος οὕτως ἐν τῷ περὶ Ἰλιάδος γράφει, καθάπερ καὶ τὸ “ἡμεῖς δὲ μαχόμεθ᾿ οἵπερ τ᾿ ἐπίκουροι ἔνειμεν” (ΙΙ. 5, 477)· παῤ ὃ καὶ διχῆ γράφομεν. ἐγχέσπαλοι δὲ ὅτι ἔσειον τὰ δόρατα, πρὸ τῆς ἀφέσεως, μήποτ᾿ ἄρα εἶεν κλασθέντα.

132. *οἵ με μέγα πλάζουσι] πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ λέγειν τὸ κοινόν.

τὸ οἵ ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν ἐπὶ τὸ ἄνδρες ἔασιν· ἐπὶ δὲ τὸ πλάζουσι θετέον τὴν ἄνω δευτέραν στιγμὴν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς.

133. Ἰλίου] ἐν τοῖς κατ᾿ Ἀριστοφάνην ὑπομνήμασιν Ἀριστάρχου Ἴλιον ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε ἄμεινον ἔχει.

[*](3. λέξεις] Vid. ad p. 53, 24. 12. ἐπελέξατο] ἐπιλέξατο 5. κατοικίδιοι] κατοικητίδιοι 31. ἐν τοῖς κατ᾿ Ἀριστοφάνην 10. διαμένουσιν] ἔχοντες διαμένου- ὑπομνήμασιν Ἀριστάρχου] Vid. annot. σιν Cobetus, διανέμουσιν Bekk. ad schol. Od. 13, 152.)
84

135. *δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται] ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξενήνοχε τὸ λέλυνται καὶ σέσηπε.

136. αἱ δέ που] συναπτέον ἕως τοῦ ποτιδέγμεναι· μία γὰρ ἡ περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι διαστέλλοι, ἀπρεπῆ τὸν νοῦν τίθησιν.

137. γρ. εἵατ᾿ ἐνὶ μεγάροις ποτιδέγμεναι. manus rec.