Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

836. Σηστὸν καὶ Ἄβυδον] πόλεις περὶ τὸν Ἑλλήσποντον, καθʼ ἃς ὁ Ξέρξης, ἐπιστρατεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς καὶ ἐπλή- ρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον, ἄφατον ὂν, πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλλήσ- ποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός. εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα.

837. Ἄσιος] ὅτι ὁ Ἄσιος οὕτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ (Il. 16, 719). ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας πρὸς τὰ περὶ Πυλαιμένους, καὶ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι.

839. ποταμοῦ ἀπὸ Σελλήεντος] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀνα- στρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις. ὁμοίως καὶ Νικίας. οὐκέτι μέντοι ἐπὶ τοῦ “Ξάνθῳ ἐπὶ δινήεντι” (Il. 5, 479), “μάχῃ ἐνὶ κυδιανείρῃ” (Il. 6, 124)· ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε “Ξάνθου ἄπο δινήεντος,” φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ *“ποταμοῦ ἀπὸ Σελλήεντος.” εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα, καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθʼ ὑποταγὴν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.

ὅτι Σελλήεις ποταμός ἐστιν Ἀσίας, ὁμώνυμος τῇ Θεσπρωτίᾳ.

842. Πύλαιος] τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδια- στολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν Πυλαῖον.

847. Τροιζήνοιο] οὕτως Τροιζήνοιο, ὡς Εὐμήλοιο· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ.

851. Πυλαιμένεος] ὅτι οὗτός ἐστι Πυλαιμένης περὶ οὗ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν (II. 5, 576. 13, 643).

852. *ἐξ Ἐνετῶν] ὅτι Ζηνόδοτος γράφει ἐξ ἐνετῆς.

[*](2. καθʼ ἃς] καθὰ 25. τῆ Θεσπρωτίᾳ] τῷ Θεσπρω- 5. *πόρον] τόπον τιακῷ Lehrsius Arist. p. 233. 11. περὶ Hic et p. 115, 29. addidit 27. Πυλαῖον] sic A, non Πύλαιον Cobetus Mnemos. novae vol. ip. 29. 29. Τροιζῆνος] τροίζηνος Conf. schol. ad 1, 320. 13, 658. 32. Ἐνετῆς] ἑνέτησ)
134

παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις ἐπενοήθη. ἀγροτε- ράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. τὸ δὲ Ἐνετῶν ὡς Θεσ- σαλῶν.

854. Παρθένιον ποταμόν] τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα οὕτως προσαγορεύεσθαι· ἢ ἐπειδὴ παρθένος οὖσα ἡ Ἄρτεμις ἐν αὐτῷ ἐλούσατο.

856. Ὀδίος καὶ Ἐπίστροφος] ἡ διπλῆ, ὅτι καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (ll. 9, 170), καὶ παρὰ τοῖς Ἕλλησιν Ἐπίστροφος (517 et 692). Ἀλίζωνες δὲ ἔθνος Πόντου. εἰσὶ δὲ οὖτοι Βοιωτοὶ, οὖς τινες Οἴνοπάς φασιν, οἱ δὲ ἔθνος Αἰακῶν.

858. Χρόμις] ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις δὲ λέγει Χρομίον τὸν αὐτόν (Il. 17, 218).

866, 861. ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην (Il. 21) οὐχ εὑρίσκεται ἐπʼ ὀνόματι πίπτων. εἴωθε δὲ ὁ ποιητὴς τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς, δύναται ὁ ἕτερος μένειν.

862. Φρύγας] ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως· Αἰσχύλος δὲ συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο.

865. Γυγαίη τέκε λίμνη] ἄνευ τοῦ ῑ, Γυγαίη τέκε λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν καὶ Διόδωρον καί τινες τῶν καθʼ ἡμᾶς προστιθέασι τὸ ῑ, ἵνʼ ᾖ λίμνῃ ἔπι Γυγαίη τέκε, κακῶς· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν τέκνα ἱστορεῖν· βίαιοι δέ εἰσιν.

867. Νάστης αὖ Καρῶν] ὅτι Θουκυδίδης (1, 3) λέγει τὴν ὀνομα- σίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν.

868. Φθειρῶν τʼ ὄρος] τῆς Καρίας περὶ Μίλητον, διὰ τὸ πολλὰς ἔχειν πίτυς· οἱ γὰρ τόποι τῶν πιτύων φθεῖρες προσαγορεύονται. οἱ δὲ, ὅτι τὰ τῶν πιτύων μικρὰ στροβίλια οὕτως λέγονται, ἃ καὶ πιτυο- κάμπας φασίν. ἢ ἀπὸ Φθειρὸς τοῦ Ἐνδυμίωνος.

869. Μαιάνδρου] Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπὸ Φρυγίας, [*](1. ἐπενοήθη addidit Bekkerus. 9. Βοιωτοὶ] Βιθυνοὶ Baruesius. 5. *ἡ Ἄρτεμις] om. 10. Αἰακῶν (* Αἴα Θρᾳκῶν Hey- 8. Ἐπίστροφος] ἕτερος ἐπίστρο- nius. φος (517) καὶ τρίτος παρὰ τοῖς βαρ- 23. τινες Bekk.] τισι βάροις, Εὐήνου υἱός (692) Friedl.)

135
ῥέων δὲ διὰ Καρίας εἰς θάλασσαν, πλησίον Μιλήτου. σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος.

872. ὅτι ἐπὶ τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν· λέγει γὰρ ἠΰτε κούρη. ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι. “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).

877. Ξάνθου ἄπο δινήεντος] πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον τῷ προσηγορική. κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται· τὸ δὲ Ξάνθου πρὸς τοὺς Ζελείτας Λυκίους.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος περὶ στιγμῆς.