Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

648. Φαιστόν] ὡς πιστόν ὀξυτόνως· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται “Ἰδομενεὺς δʼ ἄρα Φαῖστον” (Il. 5, 43). 30 Ῥύτιον] προπαροξυτόνως ὡς στάδιον. οὐκ εὗ δὲ Τυραννίων παρ- [*](2. νοεῖ] νοει sit pro Ἰθάκης τε, ad Il. 13, 33 6. *μεστὰς οὔσας] μεταστήσας aberrans μεσσηγὺς Τενέδοιο καὶ 11. *Σάμην— Σάμης τε] σάμῆν Ἴμβρου. (i. e. σάμιν)—σάμμιστε 16. *ἐκ χρωμάτων] om. 13. εἰς η Friedlaenderus] εἰς ος 17. *ἐξηλλαγμέναι] ἐξηλειμέναι Τενέδοιο memoriae errore scrip- 19. * πρὸς κόσμον τῶν ἄλλων] om.)

124
οξύνει αὐτὸ ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικὸν, οὔτε, εἰ ἦν ὑποκο- ριστικὸν, παρωξύνετο, καθότι τρίβραχν. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον.

649. πρὸς τοὺς χωρίζοντας, ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην, ἐν Ὀδυσσείῳ δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν· ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτίζοντα ἀριθμὸν κατενή- νεκται νῦν, ἐν Ὀδυσσειᾳ δὲ τὸ ἀκριβὲς ἐξενήνοχεν, ὡς παρὰ Σοφο- κλεῖ. τινὲς δέ φασι Πυλαιμένη τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι.

655. τρίχα] τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρή- ματα, εἰ ἔχοι παρακείμενα εἰς λήγοντα, μὴ συνεμπίπτοντα ὀνό- μασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς σάφα· ὅθεν εἰ τριχῶς, τρίχα.

658. ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ, καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος Ἡρακληείη ἐκ- πίπτει.

659. ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρω- τίας οὖσα· καὶ ὅτι σὺν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ᾿ οὗ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ. οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθέντες.

662. κατέκτα] Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ” (Od. 11, 410) κατὰ συστολήν. Τυραννίων δὲ κατʼ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπʼ Ἀριστάρχου “ὣς ἔμεν ὡς ἅτε δῖον Ἐρευθαλίωνα κατέκτα (Il. 4, 319). ἡ μέντοι κοινὴ ἀνά- γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ “οὖτα κατὰ λαπάρην (Il. 6, 64).

ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρωα, ἤδη γεραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκετῶν ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην, καὶ τούτου μὲν ἥμαρτε, πλή- ξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν· διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος.

665. βῆ φεύγων] τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται.

[*](7. Σοφοκλεῖ] Ad δυοκαιδεκάμηνον ἔμεν ὅτε—κατέκτα χρόνον Tr. 648 refert Lehrsius. 26. ἀφορμήν Vill.] ἀφορμῆς 15. Ἡρακληείη] ἡρακλείη 29. *οἰκετῶν] οἰκείων 24. ὡς ἔμεν ὡς ὅτε—κατέκταν] ὡς)
125

ἀλλʼ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλʼ οὕτως γράφει, βῆ φεύγων.

γάρ οἱ] ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως τὸ οἱ, καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παρα- λείπειν τὰ ἄρθρα.

667. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον] ὅτι Ζηνόδοτος γράφει αἶψα δʼ ὅ γ᾿ ἐς Ῥόδον. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς, εἶτα ἀλώμενος καὶ οὐκ εὐπλοηκώς.

668. σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦν- τες πόλεως, ἀλλὰ τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν “ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.”

669. *ἀθετεῖται· ἡ δὲ αἰτία προείρηται.

670. πλοῦτον κατέχευε Κρονίων] ὅτι Πίνδαρος (Ol. 7, 91) κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμήρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου.

671. Νιρεύς] ἐνταῦθα τρὶς ὀνομάσας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη. καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων “ἀλα- παδνὸς ἔην, παῦρος δέ οἱ εἴπετο λαός.”

ἄγε] χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφʼ ὧν τὰ ἐπιφερόμενα σύμ- φωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφωνον περιαιρετέον.

672. Χαρόποιο] ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο (847), καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι.

673, 674,675. τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρον φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτε- ροῦντα παραστῆσαι.

676. Κράπαθον] ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβὰς, τῷ ᾱ παραληγόμενος, ἄμαθος ψάμαθος.

677. * Καλύδνας] ὡς καλύβας ἀναγνωστέον.

[*](6. αὐτὰρ] διπλῆ περιεστιγμένη πλοικῶς 33. καλύβας] καλάθας. Correxi praefixa. 8. εὐπλοηκώς Cobetus] εὐθυ- ex Etym. M. et suida.)
126

681. ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως “δʼ Ἄργος τʼ εἶχον τὸ Πελασγικὸν, οὖθαρ ἀρούρης,” τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοι- μιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπὶ τὰ πατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις.

τούς] μακρόθεν ὑπακούεται τὸ ἔσπετε ἢ τὸ ἐρέω· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾗ τὸ ἐπι- φερόμενον, οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοι- κοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί. διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.

682. *Τρηχῖνʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος.

684. ὅτι μόνους τοὺς ὑπʼ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ.

686. ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου ἕως τοῦ τῆς ὅγε κεῖτʼ ἀχέων (694) στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν διʼ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφʼ ἑαυτῶν ἔμενον οἱ Μυρμιδόνες.