Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

595. Θάμυριν] οὗτος παῖς ἦν Φιλάμμονος καὶ Ἀργιόπης νύμφης, τὸ γένος Θρᾷξ, ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων. οὗτος κάλλει πολλῶν διενεγκὼν καὶ κιθαρῳδίᾳ, περὶ μου- σικῆς ἐρίσας ταῖς Μούσαις συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλη- σιάσαι πάσαις, ἐὰν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσιν. καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν.

596. Οἰχαλίηθεν] ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθʼ Ὅμηρον. οἱ δὲ νεώτεροι ἐπʼ Εὐβοίας πεποιήκασιν.

597. ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν νέκυιαν ἠθετημένοις “στεῦτο δὲ διψάων” (Od. 11, 583). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί.

599. ὅτι πηρόν οὐ τυφλὸν, ὡς ἀπεδέξαντο οἱ νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν. τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστερήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φω- νασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα “ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν” (Od. 8, 64).

πηρόν ὡς χρηστόν κατʼ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον πηός πηλός. οὕτως καὶ πηρός.

600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἐπιλήθεται δέ.

[*](6. Φιλάμμονος] φιλάμωνος 9. * πλησιάσαι] πλειάσαι Ἀργιόπης Heynius] ἀρσίου τῆς 15. ὅτι τὸ στεῦτο—] V. annot. A. ἄρσιος τῆς Vat. 915 (Philol. vol. ad schol. 18, 191. 19. ὡς addilit Lehrsius. 3. *οὗτος — συνέθετο] οὕτως— 22. ὀφθαλμῶν] ὀφθαλὺ συνθέμενος)
122

603. Ἀρκαδίην] Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδά- μας, οὗ Ἀλεὸς, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ.

Κυλλήνης] Κυλλήνη ὅρος ὑψηλὸν τῆς Ἀρκαδίας, καὶ πόλις οὖσα παρʼ αὐτῷ ὁμώνυμος, ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς καὶ Διός· ὅθεν καὶ Κυλλήνιον τὸν θεόν φασιν.

605. πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέ- πτηλxέν.

608. *Στύμφηλον] ὡς Εὔμηλον· ἴδιον γάρ.

612. ἀπὸ τούτου ἕως τοῦ “Ἀτρείδης ἐπεὶ οὔ σφι” (614) Ζη- νόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσιν· παριστόρηται γὰρ διʼ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἐπήγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς.

615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατὰ μέρος.

616, 617. ὅσσον—ἐέργει] ἐφʼ ὅσον ἢ τε Ὑρμίνη καὶ ὁ Μύρ- σινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ὠλενία πέτρα ἐντὸς συνεῖχον, τοῦ παντὸς οἱ Ἡλεῖοι ἐβασίλευον. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος σὺν τῷ ῑ γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος.

621. ὁ μὲν Κτεάτου, ὁ δʼ ἄρʼ Εὐρύτου Ἀκτορίωνε] ὅτι παρὰ τὸ εἰθισμένον πρός τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς, ὁ δὲ Θάλπιος Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν, Ἀκτορίωνε, δέον Ἀκτοπιώνων.

625. ὅτι οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινάδων οὕτως εἴρηκεν, ἀλλʼ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπὸ τοῦ Ἐχῖνα εἴρηκεν Ἐχινάων.

Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας· αἱ δὲ Ἐχινάδες νῆσοί εἰσι τῆς Ἀκαρνανίας, παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί.

[*](5. *καὶ K.] καὶ om. 23. εἰθισμένον] ἠθισμένον, ut κατῃ- 15. Versui proximo (613) ver- θισμέῃ p. 99, 15. suique 631 in A obelus estappictus 28. *Ἐχῖνα] ἐχῖναι Lobeckius errore librarii, qui παραγράφου sig- Pathol. Prolog. p. 221. num supra how versus ponere de- 29. Κεφαλληνίας] κεφαληνίας bebat. Monuit Pluygersius p. 4. 31. * Ἐπειοί] ἰοί)
123

626. *αἳ ναίουσι] ὅτι Ζηνόδοτος γράφει οἳ ναίουσι, ἐπὶ τῶν ἀν- δρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται.

629. ὅς ποτε] ὃς εἰς τὸ Δουλίχιόν ποτε ἀπῳκίσθη διὰ τὸ κατα- μαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ καθαίροι αὐτοῦ τὰς ἐπαύλεις μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. ἡ ἱστορία καὶ παρὰ Καλλιμάχῳ.

πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἡ ὁ Φυλεὺς, ὃ καὶ Ὁμηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ.

634. ἡδʼ οἱ Σάμον] ὅτι Ζηνόδοτος γράφει ἡδʼ οἱ Σάμην, καὶ ἄμε- τρον ποιῶν, καὶ ἀγνοῶν ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· “μεσσηγὺς Τενέδοιο Σάμοιό τε” (Od. 4, 845)· οὐ γὰρ εἶπε Σάμης τε. φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον.

637. μιλτοπάρῃον] ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις ἦν ἐπιπολάσασα πρὸς τὴν ζωγραφικήν. ἐξηλλαγμέναι δὲ αἱ Ὀδυσσέως νῆες, ὅπως, εἰ καὶ ὀλίγαι, ἀλλʼ οὖν διὰ τῆς χρίσεως ἐπίσημοι εἶεν, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν, καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν (Il. 11, 805).

641. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύ- σας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατʼ ἐξοχὴν, καθάπερ ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, I)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν.

642. ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τό αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὸ ἐξῆς, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ.

644. *τῷ] ἐπὶ τοῦ Θόαντος, ἵν᾿ ᾖ τούτῳ.