Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

453, 454. ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Il. 11, 13) οὐκ ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετʼ, ἐπεὶ μέρος ἐστὶ περιόδου.

455. ἠΰτε πῦρ] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη γὰρ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ τῷ ὄρει ἔνθα καταιγίδες εἰσὶ, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.”

458. διʼ αἰθέρος] ὅτι καθʼ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστὶω ὁ ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ.

461. Ἀσίω] Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς Ἀτρείδεω. διὸ χωρὶς τοῦ ῑ.

Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεὺς, ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς “Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· ἡ δʼ Ἀσίην τέκε κοῦρον.” ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν. ἡ δὲ Δερκετὼ παρὰ Σύροις καλεῖται Ἀταργατῖς.

462. ἀγαλλόμενα] οὕτως χωρὶς τοῦ ῑ, ἀγαλλόμενα, Ἀρίσταρχος, ἵν᾿ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ῑ, πρὸς τὸ ὀρνίθων ἀνάγοντες τὸ ἀγαλλόμεναι· καὶ λόγου τινὸς ἔχονται.

463. τὰ συναγελαστικὰ τῶν ὀρνέων, ὅταν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ ὑστεροῦντα.

ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ ὥς μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέχουσα. τὸ δὲ ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα [*](5. ὅτι—] Refertur ad ἀστερίσκον Fragm. Hist. vol. 4 p. 360. recte versibus 453,454, maleversui 23. Ἀταργάτις] ἀτάρκατις. V. 455 praescriptum. Thes. vol. 1. 2 p. 2362. 17. Μθιοῦς] μιοῦς et infra μίαν. 30. Post λειμών lacunam indi- V. Bant. ad Greg. Cor. p. 428. cavit Friedl. 19. Ἀσίην] Ἄσιον Mueller.)

110
καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα διὰ μέσου. τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν καὶ σμάραγ- δος ὁ λαμπρὸς λίθος.

467. Σκαμανδρίῳ] τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενονπεδίον. ὁ δὲ Σκάμανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑποκείμενον τῇ Ἰλίῳ πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς θάλασσαν. καλεῖται δὲ οὗτος καὶ Ξάνθος.

469. ἠΰτε μυιάων] ἀπʼ ἄλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει, τῆς ἀνταποδιδομένης τῷ ἠΰτε λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ Θ (555) “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν.”

471. *ὥρῃ ἐν εἰαρινῇ] κατʼ ἐξοχὴν τῶν ἄλλων ὡρῶν.

474. αἰπόλια] αἰπόλιον τὸ τῶν αἰγῶν, ποίμνιον δὲ τὸ τῶν προ- βάτων, συβόσιον δὲ τὸ τῶν χοίρων, βουκόλιον δὲ τὸ τῶν βοῶν, ἱππο- φόρβιον δὲ τὸ τῶν ἵππων.

*πλατέα] μεγάλα, ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει νέμονται αἱ αῐγες.

478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ] συγγραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστὶν, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων” (Il. 9, 209). καὶ ἐπὶ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. καὶ ἱκανὸν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλε- ξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν, ἐννοσιγαίου δὲ τὸ ἰσχυρὸν, οἷς τὰ βάρη κατέχομεν, Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα. οἱ δὲ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.

* ἴκελος Διὶ] τὸ ὅμοιος καὶ ἴσος καὶ τὸ ἴκελος δοτικῇ συντάσ- σεται.

484. ἔσπετε νῦν μου, Μοῦσαι] ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὥστε τὸν ἀκροατὴν διὰ τὸ μέ- [*](5. τέμνων — ἐκδιδοὺς] εέμνει — δὲ ὡς ἐπὶ τοῦ] om. ἐκδίδωσιν Bekk. 21. * τῷ] καὶ τῷ 18. *συγγραφεῖς] γραφεῖς 22. *καλλίων—ἀναπέπλασται] om. 19. τραγικοὶ δὲ τὸ σεμνότερον] 23. *ἦν] om. “ῥήτορες δὲ τὸ δεινὸν, τραγικοὶ δὲ τὸ 24. *παρέλαβεν—Διὸς] εἴκασεν— σεμνὸν 20. * κωμῳδία μὲν et συγγραφικὴ βασιλέως)

111
γεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν. ὁ δὲ λόγος, ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον.

ζητοῦσί τινες διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχό- μενος ὁ ποιητὴς μίαν ἐπεκαλέσατο τῶν Μουσῶν, ἐπὶ δὲ τοῦ κατα- λόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν ἐπὶ τοῦ μῆνιν ἄειδε τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτέρας τῶν Μουσῶν νοεῖσθαι τὰς πάσας. ἄλλοι δὲ λέγουσιν ὅτι περὶ ἑνὸς μὲν προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.

τὸ ἑξῆς ἐστὶν, ἔσπετε οἵ τινες, τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ δια- σταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ἡ καθʼ ἑαυτὸ καὶ συνάπτηται. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες, περισσεύοντος οῦ τὶ μορίου. πρότερον γὰρ ἐπεῖχέ τινα χώραν.

Ὀλύμπια δώματʼ ἔχουσαι] ὅτι Ζηνόδοτος γράφει Ὀλυμπιάδες βαθύκολποι. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας.

ψιλωτέον δὲ τὸ ἔσπετε· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ σημαντικοῦ τοῦ λέγω, ἐν πλεονασμῷ τοῦ σ.

485. πάρεστε] ὅτι τινὲς γράφουσι παρῆστε, οἷον κατʼ ἐκεῖνον τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων.

εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών (493) φησιν “ἀρχοὺς αὖ νηῶν ἐρέω;” στικτέον οὖν εἰς τὸ ἴδμεν, καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρήζειν δὲ τῆς τῶν Μου- σῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν, ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες [*](4. *οὐδ᾿] om. 21. Lemma ἔσπετε νῦν μοι Μοῦσαι. 5. ἔργον] *ἔργον τοῦτο. Post ἔργον Legitur hoc scholion supra ante sequitur scholion versus 490. scholion ab verbis ὡς ἐπὶ ἐργώδη 11. προσώπου] * προσώπου τοῦ incipiens. Ἀχιλλέως)

112
ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπε- ρεῖσαι τὸν λόγον.

488. πληθὺν δʼ οὐκ ἃν ἐγὼ μυθήσομαι] ἤτοι ὅτι περισσὸς ὁ ἄν, ἡ ὅτι μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαίμην. πάλιν δὲ διὰ μέσου τὸ διστίχιον. τὸ γὰρ ἑξῆς, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες· τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυπο- κρίτως ἐπὶ τὸ Μοῦσαι. διασταλτέον δὲ καὶ θυγατέρες.

489. οὐδʼ εἴ μοι δέκα] ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ “οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν” (12, 78). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους.

490. διὰ δὲ τοῦ εἰπεῖν “φωνὴ δʼ ἄρρηκτος” δηλοῖ ὅτι σῶμά ἐστιν ἡ φωνή.

493. *προπάσας] ὅτι περισσὴ ἡ πρό πρόθεσις.

494. ἄρξασθαί φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ κατα- λόγου ὡς κεχαρισμένον ταῖς Μούσαις ἃς ἐπεκαλέσατο· αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρί- βειν. ἀντιλέγουσι δέ τινες τούτοις, φάσκοντες οὐ τῆς Βοιωτίας, ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα· μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. τινὲς δὲ ὅτι ἀνθʼ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. ἄλλοι δέ φασιν οὐ διὰ τοῦτο, ἀλλʼ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές· οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατά- λογος παραμετρεῖται· ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν ἐχόντων ἑκατὸν πόλεις. βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι ἐπει- δήπερ ἐν Αὐλίδι πόλει τῆς βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπὶ τὴν Ἴλιον μελλόντων στρατεύειν· ἔχει δὲ αὕτη ἡ πόλις λιμένας [*](1. δ᾿] om. θυγατέρες Friedl. 6. περισσὸς ὁ ἔν, ἡ ὅτι μυθήσομαι 13. τούτους τοὺς στίχους] τοῦ- τον τὸν στίχον (i. e. versum Odys- Friedlaenderus] περισσ εἰ μυθήσομαι seae) Cobetus. 7. πάλιν] Novi scholii initium. 15. διὰ δὲ] δὲ additum quia hoc 10. Μοῦσαι:—cum signo acholii scholion in A adiunctum est scho- finiti. διὸ στίζομεν ἀνυποκρίτως ἐπὶ lin versus 484 post ὑμῶν γάρ ἐστι τὸ τὸ ἐνείη, διασταλτέον δὲ Μοῦσαι καὶ ἔργον.)

113
τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺς ἀπὸ τῆς Ἑλλάδος ἀπάσης, διʼ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ Ἀρίσταρχός φησι κατὰ ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι· εἰ γὰρ καὶ ἀπʼ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς.

ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ Ἀόνων. μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης, καθʼ ἑτέρους δὲ ἀπὸ τῆς ἐλαθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίκινος θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ εὗρεν αὐτὴν, ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοῖ, καὶ πόλιν ἐκεῖ κτίζειν ἔνθα ἂν αὕτη εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο· εἶτα βοὶ συντυχὼν παρὰ τοῖς Πελάγονος βουκολίοις ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν ὀκνήσασα ἀνεκλίθη ἔνθα νῦν εἰσὶν αἱ Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι πέμπει τινὰς τῶν μεθʼ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεως ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρει· ἀφʼ ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς, καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι, ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι. ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς καὶ Ἀπολλόδωρος ἐν τῷ γ΄.

Πηνέλεως καὶ Λήϊτος] ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφʼ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ [*](15. * φωκέων] φωκείων 23. *σπείρει· ἀφʼ ὧν] σπείρειν, 16. Πελάγονος] Πελάγοντος Apol- ἀφʼ οὗ. lod. 28. ἐν τῷ γ΄] ap. 4. i cuius 17. αἱ Θῆβαι] αἱ π θῆβαι verba partim servavit scholiasta. 18. *τινὰς — ληψομένους] τινὰ 31. *ἔμελε] ἔμελλεν ληψόμενον *τοῦ] om.)

114
πολέμον. διὸ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν, ὃ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον· Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄγειν (λεία δὲ ἡ ἀπὸ πολέμου κτῆσις)· Ἀρκεσίλαος δὲ ἀπὸ τοῦ ἐπαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς, τουτέστι τοῖς ὄχλοις· Προθοήνωρ δὲ ὁ προθέων ἠωορέῃ, τουτέστιν ἀνδρείᾳ· Κλονίος δὲ ὁ γενναῖος καὶ μάχιμος γενησόμενος· κλόνος γὰρ ἡ μάχη.

495. Κλονίος] παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ῑ παρα- ληγόμενα, τριβράχεα ἐπὶ κυρίων παροξύνεται, Σχεδίος χρομίος Δολίος. ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν, καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένοις.

496. οἵ θʼ Ὑρίην] οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλʼ ὄντως παρέλαβον Θυρίαν τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ ν φθόγγον. μαρτυρεῖ καὶ Ἡσίοδος λέγων “ἢ οἴην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην.”

Αὐλίδα] ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι “Αὖλίν τέ σφʼ ἄγον” αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνο- μένης γέγονεν. ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστὶν, ἡ δὲ εἰς δᾶ καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυτόνων.