Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

404—407. αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν κατὰ πάντων· τὸ δὲ πρέπον διίστησιν.

408. βοὴν ἀγαθός] ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχεῖαν ἀπεργάζεται τὴν φωνήν.

412. Ζεῦ κύδιστε μέγιστε] ὅτι ἔν τισι γέγραπται Ζεῦ πάτερ Ἴδηθεν μεδέων. οὐχ ἁρμόζει δὲ τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον κοινοτέραν.

415. πρῆσαι] ἐν ταῖς πλείσταις διὰ τοῦ λ, πλῆσαι· καὶ αἱ [*](7. *τὸ μ cum Eustathio p. 243, dem structura infra ad v. 420 τοῦτο καὶ λέξις (λόγος Schmidtius Did. 42] om. 9. προπαροξυντέον Lehrsius] p. 122) ὑπόκειται, nisi utrobique παροξυντέον. Idem error in scho- τούτῳ scribendum cum Cobeto- lio ad 13, 317, de quo dixit Aliter ad 3, 57 ἐν ἐνίοις (ὑπομνήμα- Lehrsius ad Herod. p. 208. σιν) λόγος ὑπέκειτο. 16. τοῦτο—λόγος ὑπόκειται] Ea- 22. τοῦ] om.)

107
Ἀριστάρχου. δύναιτο δʼ ἂν καὶ διὰ τοῦ πρῆσαι ταυτὸν δηλοῦσθαι ὡς ἐκεῖ “ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον” (Il. 1, 481).

417. χαλκῷ ῥωγαλέον] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη- γέντα, καὶ ἐκ παρεπομένου ἐν μέρει τὸ ἀνελεῖν.

420. πόνον δʼ ἀλίαστον ὄφελλεν] τοῦτο καὶ λέξις ὑπόκειται διὰ τοῦ ά τῶν ὑπομνημάτων, καὶ ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δʼ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· ἀλλʼ ΄ογε δέκτο μὲν ἱρὰ, πόνον δʼ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσήμαινεν, ὥστε λέγειν τοὺς μάντεις ότι δέδε- κται, τοιοῦτον μέντοι πόνον αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν ἐκκλίνειεν. γε- λοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει τοῦτο.

422. αὗ ἔρυσαν] ὅτι τὸ αὗ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλασαν, ὃ ποιοῦσιν οἱ σφάζοντες.

424. πρὸς τὸ ὠμοθέτησαν, ὅτι ἐστὶν ἀπὸ τῶν μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι.

427. μῆρʼ ἐκάη] Πτολεμαῖος ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα, φησὶν, ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικὸν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (Il. 1, 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα. “μῆρα δὲ κείαντες” (Od. 13, 26).

*ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.

435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα] οὕτως αἱ Ἀριστάρχου λέ- ξεις ἐκ τοῦ β´ τῆς Ἰλιάδος· δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λεγώ- μεθα συναθροιζώμεθα. ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα. Καλλίστρατος δὲ ἐν τῷ α´ περὶ Ἰλιάδος οὕτως προφέρεται, μηκέτι δὴ νῦν αὖθι λεγώμεθα· καὶ ἔστιν εὐφραδὴς μᾶλ- λον, ἀλλʼ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος.

*λεγώμεθα ἀντὶ τοῦ ἀναλεγώμεθα.

ὅτι Ζηνόδοτος γράφει ταῦτα λεγώμεθα. ὁ δὲ Ὅμηρος εἴωθε λέ- γειν, ὅταν πολλὰ προειρήμενα ᾖ, ὡς ἐπʼ Αἰνείου καὶ Ἀχιλλέως “ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα (Il. 20, 244).

[*](4. ἐν μέρει] σημαίνει Friedl. 18. οἶδε καὶ Lehrsius] οἱ δʼ ἀκάη 5. Lemma ἀλλʼ ἄγε δέκτο μὲν ἱρὰ, 25. νὺν ταῦτα] νῦν δή ταῦτα scrip- πόνον δʼ ἀλίαστον. serat Zenodotus, νῦν δήθʼ αὖθι Ari- τοῦτο] Vid. ad 2, 397. starchus. 13. ὠμῶν] ὤμων 27. Ἀριστάρχειος] ἀριστορ.)
108

στρατηγικὴ ἡ παραγγελία, χρόνου φείδεσθαι· οὔτε γὰρ παρελ- θόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτη- θεὶς γοῦν Αλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησε, μηδὲν ἀναβαλλό- μενος, εἶπεν.

διὰ τοῦ ξ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους.

437, 438. ἀδιάφορον εἶτε ἐπὶ τὸν μέν σύνδεσμον διαστέλλοιμεν, ἴνʼ ᾗ Ἀχαιῶν λαὸν, εἴτε ἐπὶ τὸ χαλκοχιτώνων, ἵν ᾖ κήρυκες Ἀχαιῶν.

438. * ἀγειρόντων] ἀντὶ τοῦ ἀγειρέτωσαν.

439. *δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε.

440. *ἐγείρομεν] ἀντὶ τοῦ ἐγείρωμεν.

446. μετὰ δέ] λείπει τὸ ἧν αὐτοτελὲς ῥῆμα, διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω.

ἵνα μὴ ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.

447. διὰ τοῦ ων ἀγήρων ἡ Ἀριστάρχειος, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. a m. rec.

448. ἑκατόν] ἀντὶ τοῦ πολλοί, ἢ τῷ ἀριθμῷ πίστιν πεπόρισται. a m. rec.

ἠερέθονται] αἰωροῦνται. παραγωγὸν δέ ἐστι τοῦ ἀείρω, ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται. Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέ- θοντο, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων.

449. ἑκατόμβοιος] ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῶον, τὸν βοῦν, διὰ πολλὰ μὲν καὶ ὅτι ἱερόν ἐστιν, ἐνεχάραττον τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον.

450. *παιφάσσουσα] πάντη τὰ φάη ἀΐσσουσα.

φῶ τὸ φαίνω· ἀναδιπλασιασμὸς παφάσσω, καὶ πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πιαίνω παπταίνων, πάσσω πάλη παι- πάλη. a m. rec.

[*](1. *ἡ] om. addit Cobetus. “φείδεσθαι] μὴ φείδεσθαι 10. δεῖ Cobetus] δὲ 9, 11. Quum versui 438 διπλῆ, ἐνθάδε] Est glossema vocabuli versui 440 διπλῆ περιεστιγμένη sit ὧδε. praescripta, utrobique ὅτι ante ἀντί 30. παφάσσω Bekk.] πεφάσσω)
109

λαὸν Ἀχαιῶν] ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον ἔχει ἀμφότερα.

452. ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον· ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵνʼ ᾖ σθένος ἄλληκτον.