Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

349. ψεῦδος] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλεῖται, τὰ πρός τὴν σημασίαν φερόμενα· ψεῦδος τὸ ἐπάγγελμα.

οὐκί] ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ.

350. *διασταλτέον ἐπὶ τὸ Κρονίωνα· ἐπὶ δὲ τὸ φέροντες ὑπο- στιγμή.

[*](4. *διὰ τὸ γένος] διαγενόμενος οἶνον. 7. *ἐπαμυνεῖν] ἐπαμύνειν 19. οὕτω βουλεύωσʼ Cobetus] ὅτι 12. *ἀλλʼ ὅτι τὸν] ἀλλὰ τὸν βουλεύωσιν. 13. *ὄνον ἔμισγον] μίσγον, sine 24. ἤτοι διαστελλόντων Friedl.)
104

353. ἀστράπτων] ὅτι ἀκαταλλήλως εἴρηται (ἔδει γὰρ κατανεῦσαι ἀστράπτοντα καὶ φαίνοντα).

διασταλτέον δὲ βραχὺ εἰς τὸ ἐπιδέξι᾿· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, καὶ ἀστράπτων καὶ φαίνων.

355. πρίν τινα περ Τρώων] οὕτως Ἀρίσταρχος διὰ τοῦ ε καὶ τὰ ὑπομνήματα.

356. Ἑλένης ὁρμήματα] πρὸς τοὺς χωρίζοντας· ἕφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ νοοῦντες ὅτι οὐκ ἔστιν ἐπʼ αὐτῆς ὁ λόγος, ἀλλʼ ἔξωθεν πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵνʼ ᾗ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος. τιμωρίαν λαβεῖν ἀνθʼ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής.

ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνα ἀξιόχρεως ᾖ βοηθεῖσθαι.

359. πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ] εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην.

360. ἀλλὰ ἄναξ] ἀποστρέφει τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα, καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή.

362. ἐζήτηται διὰ τί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος ὢν τῶν Ἑλλήνων ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ ἐποίει τοῦτο· νῦν δὲ αὐτοῦ μηνίοντος εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.

368. ἦ] Πτολεμαῖος περισπᾷ τὸν η, διαπορητικὸν ἐκδεχόμενος· εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ.

ἐζήτηται διὰ τί Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν Νέστορι προσμαρτυρεῖ· ἤτοι ὅτι ὡς δυνα- μικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων· ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ [*](1. *εἴρηται] om. σχῆμα ἀποστροφή. *ἔδει] θέλει 21. *φίλος] φιλόσοφος 3. *εἰς τὸ] om. 28. *λόγων] λόγον 5. διὰ τοῦ ε] Id est περ, non πάρ 31. *γὰρ] om. ut allii. 32. *εὐπόρησε λόγων] εὐπορῆσαι 19. Iterum in marg. inter. τὸ λόγον)

105
δὲ σὺν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν· βεβαιό- τερον γὰρ νίκης φῶς.

371. αἰ γάρ] ἐντεῦθέν τινες νομίζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητήν· τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων.

373. τῶ] τὸ τῶ πολλὰ σημαίνει. ἐπὶ μὲν τοῦ τοιούτου περι- σπᾶται καὶ τὸ ῑ οὐκ ἔχει.

*ἠμύσειε] ἀπὸ τῶν ὀφθαλμῶν ἡ μεταφορὰ, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται.

377. *μαχεσσάμεθ᾿] διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ “μαχήσονται περὶ σεῖο (ll. 3, 137).

380. οὐδʼ ἠβαιόν] οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαιόν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν ἀεί “ἐλθόντες δʼ βαιόν” (Od. 9, 462), παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ χρῆσις· “βαιὸν ὑπὲρ ποταμοῦ (Aratus 358). καὶ Καλλίμαχος δὲ (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόασιν.”

381. ὅτι δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὃ διʼ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος δὲ (fr. 181) κακῶς· “ἄριστα δεῖπνα δόρπα θʼ αἱρεπισθαι.”

382. εὖ μέν τις δόρυ] δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.

πανημέριοι] ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέ- ριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάντως τὸ ἀπʼ ἀνα- τολῆς μέχρι δύσεως λέγει πρόπαν ἦμαρ.

385. Ἄρηι] τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται ὁ ποιητής. ἐπὶ μὲν τοῦ πολέμου, ὡς ἐνταῦθα. ἐπὶ δὲ τοῦ σιδήρου “αἵματος ἄσαι Ἄρηα, ταλαύρινον πολεμιστήν” (Il. 5, 289) καὶ “ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης” (Il. 13, 444). ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως “καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα (Il. 21, 421) καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ἐπὶ δὲ [*](3. νομίζουσιν] ὀνομάζουσιν fertur ad διπλῆν huic scholio prae- 6. πολλὰ] πο scriptam. 8. *ἡ μεταφορὰ] om. 24. προεληλυθυίας—αὐτῆς Lehr- 15. ποταμοῦ ex Arato] ποταμοῖο ius] παρεληλυθυίας—αὐτοῦ 17. ὅτι addidit Cobetus. Re. 32. κορυθαίολος] πόλεμον δέ addit.)

106
τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βρο- τοῖσιν” (II. 13, 568).

388. * τελαμών] ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. τελαμὼν ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμὰς, ἀφʼ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἔτερος τελαμὼν τοῦ ξίφους.

389. *ἀμφιβρότης] ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες. ἐν τῇ συνθέσει προσλαμβάνει τὸ βροτός ὡς κεχρεωστημένον τὸ μ. τοῦτο δὲ οὐχ οὕτως.

393. προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ προπαροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀτ- τικοῖς. ὁ λόγος, τῷ θέλοντι φυγεῖν τὸν πόλεμον οὐχ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι.

397. ὅτι οὐ γραπτέον, ως τινες, γένηται· ὁμηρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς σπάρτα λέλυνται.

οὕτως γένωνται αἱ Ἀριστάρχου. τοῦτο δὲ καὶ ὁ ἐκ τῶν ὑπομνη- μάτων λόγος ὑπόκειται ἔχων τῇδε· ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδε- τέρων τὰ πληθυντικὰ παραλαμβάνει. μεταποιοῦσι δέ τινες γένηται, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος.