Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

308. δράκων] τούτῳ τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι Σθενίος· οὕτως γὰρ ἱστόρηται Διονυσίῳ ἐν τῷ ε΄ τῶν ἀπόρων.

ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦ- σιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφ᾿ ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραι- νομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μή- τηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι᾿ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νοσσιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ ἕως τοῦ νῦν· ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, καὶ ὅτι εἰς λίθους περιστήσεται τὸ τέλος τοῦ πολέμου.

ἔστι δὲ σῆμα μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σῆμα μὲν τὸ ἐπ᾿ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ εἶναι.

310. βωμοῦ] ἀφ᾿ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ φόωσδε.

311. στρουθοῖο] ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις· Χαίριδι δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα [*](3 et 6. τοῦ] om. ἔνθα] ἀντὶ τοῦ ἐνταῦθα παραληπτέον 19. * τὸν ἔσχατον ἀγῶνα] τοῦ πο- addit Friedl. λέμου τὸ ἐναγώνιον 5. ἐνδέχεται Friedl.] περιέχεται 25. * μύρμηκες] ἢ μύρμηκες 12. *τούτῳ] τοῦτο 29. φόωσδε] φόωσδέ 17. ὑποπετάλιοι] * ὑπὸ τοῖς πετά-)

101
μονογενῆ, φύσει μακρῷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος Ζῆθος καὶ μῦθος· ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ τὸ ζῶον παρὰ τὸ μετὰ οἴστρου θέειν· τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός.

312. ὄζῳ ἐπ᾿ ] δύναται καὶ ἀναστρέφεσθαι. πιθανώτερον δὲ συν- τάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν.

ὑποπεπτηῶτες] ὑφ᾿ ἓν τοῦτο. εἴρηται δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν.

314. τετριγῶτας] ὅτι Ζηνόδοτος γράφει τιτίζοντας. εὐτελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ κατεσθιόμενοι τρίζουσιν.

316. πτερύγος] παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαροξυ- τόνως, ὡς δοίδυκος· ἀλλ᾿ ἐπειδὴ οὕτως δοκεῖ τονίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῷ γραμματικῷ.

ἀμφιαχυῖαν] μετοχή ἐστι· διὸ προπερισπαστέον. σημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ ᾱ.

318. ἀρίζηλον] ὅτι Ζηνόδοτος γράφει ἀρίδηλον, καὶ τὸν ἐχόμενον προσέθηκεν. τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς, ὅπερ ἀπίθανον. ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν.

319. * ἀθετεῖται· προείρηται δὲ ἡ αἰτία.

320. θαυμάζομεν] ὅτι ἀντὶ τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι.

323. τίπτ᾿ ἄνεῳ ἐγένεσθε] κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς· ὧδε δὲ μετὰ τοῦ ῑ, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ “ἡ δ᾿ ἄνεω δὴν ἧστο” (Od. 23, 93) δίχα τοῦ ῑ.

328. αὖθι] ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας. διὸ κέχρηται τῷ αὖθι τοπικῷ ἀντὶ τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν.

329. τῷ δεκάτῳ] διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν B. *εἴρηται δὲ] om. addit Lehrsius.

[*](14. *τονίζειν] στίζειν ὂ γὰρ ἐὰν πλάσῃ, τοῦτο] ὂν γὰρ 19. προσέθηκεν] ἔδει δὲ ἀΐζηλον ἀναπλάσῃ, τοῦτον οὐκ Lehrsius. addit Lehrsius. 28. ἐποίησεν] Id est ἐποίησεν ἄν: ἀπίθανον] μάχεται οὗν ὁ ἐχόμενος vid. Friedl. p. 67.)
102

πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκ- τὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν;” ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθ- μεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύε- σθαι.

330. *κεῖνός θʼ ὡς] οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρχος διὰ τοῦ τ.

333—335. ἐπὶ τὸ ἴαχον διαστολὴ, καὶ ἐπὶ τὸ Ἀχαιῶν ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως τοῦ Ἀχαιῶν. καὶ τὸ ἑξῆς ἐστὶν, ἴαχον μῦθον ἐπαινήσαντες. ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμὸς, ἀϋσάντων ὑπʼ Ἀχαιῶν μῦθον ἐπαινήσαντες.

ἱππότα] ἀντὶ τοῦ ἱππικὸς, νῦν δὲ φυγάς. ὁ γὰρ ποιητὴς τῷ ἱππό- της νῦν ἀντὶ τοῦ φυγάς κέχρηται. Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ Πύλῳ διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον, καὶ διὰ τὴν τῶν Νηλειδῶν δὲ ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφʼ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πό- λις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισ- σαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου καὶ τῶν ιά ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων μόνος περιελείφθη· διὸ καὶ Γερήνιος ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις.

337. ὦ πόποι] στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γὰρ, καὶ μᾶλλον ἐμφαίνει καθʼ ἑαυτὸ λεγόμενον.

339. πῆ δή] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ αἱ σπονδαὶ καὶ αἱ δεξιαὶ καὶ οἱ ὅρκοι; ἵνʼ ᾖ καὶ τὸ βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ τὸ ἐριδαίνομεν ἀντὶ παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ ἀγοράασθε ἀντὶ τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθε τῷ Ἀγαμέμνονι.

[*](7. διὰ τοῦ τ] Id est τώς σταλτέον ἐπὶ τὸ πόποι—λεγόμενον 9. τοῦ] om. 25. *ποῦ] τοῦ 18. * Ἀθηνᾶ εἰκάσασα Ἠρακλεῖ] 26. *καὶ αἱ πονδαὶ—ὅρκοι] καὶ τὰ ἀθηνᾶ εἰκάσασα ἀθηνᾶ (sic). ἀθηνᾶ ὅρκια σπονδαί τε καὶ δεξιαὶ δείξασα Ἡρακλεῖ Ruhnk. Ep. c. 1. 27. * ἐγένοντο] γένοιτο 28. ἐφιλονεικοῦμεν] ἐφιλονείκουν 23. Idem fere in marg. int. δια- μὲν ἐν)
103

οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ προπαροξύνουσι, πταί- ουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ τοιάδε ἀνάγνωσις.

τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόντων διὰ τὸ γένος καὶ τὸ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινές φασι, φυλασσόμενος μή ποτε ἕνα αὐτῶν προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ἔλαβεν ὅρκον, ἡ μὴν τῷ ληψομένῳ τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν.

διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν. καὶ μετʼ οὐ πολὺ ἁρπασθείσης αὐτῆς ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῇ στρατείᾳ διὰ τοὺς γενο- μένους ὅρκους. ἡ ἱστορία παρὰ Στησιχόρῳ.

341. σπονδαί τʼ ἄκρητοι] ὅτι ὅταν λέγῃ ἐν ἄλλοις “κρητῆρι δὲ οἶνον ἔμισγον” (Il. 3, 269), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλʼ ὅτι τὸν τῶν Τρώων καὶ τῶν Ἀχαιῶν οἶνον ἔμισγον.

344. Ἀτρείδη] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.

346. *τούσδε] ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον.

ἕνα καὶ δύο] εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ ἕνα καὶ δύο ἀντὶ τοῦ Θερσίτην καὶ ἕτερον τοιοῦτον.

347. *βουλεύωσʼ] οὕτω βουλεύωσ’ αἱ Ἀριστάρχου.

ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελο- πόννησον, πρὶν γνῶμεν τὴν Διὸς γνώμην. τὸ δὲ ᾱ πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ ἁνδάνω.

ἀμφίβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν, ἢ συναπ- τόντων μέχρι τοῦ ἰέναι. ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν ἐπινοή- σουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου.