Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

269. ἀχρεῖον] Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν συνεκδρομὴν, προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικὸν, προπερισπᾶται, ἀνδρεῖος Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος.

χρῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παραγωγὸν χραύω· “χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον” (ΙΙ. 5, 138). ἀφ᾿ οὗ ἔχραε τὸ βαρύνειν, καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἄχρης καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· “ἀλγήσας δ᾿ ἀχρεῖον ἰδών.” ἐκὶ δὲ τῆς Πηνελόπης “ἀχρεῖον δὲ γέλασσεν” (Od. 18, 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον, μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. τοῦ δὲ ἄχρης κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλό- ξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων.

ἰδών] ὅτι Φιλητᾶς τὸ ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών ἐντελῶς σχηματίσας.

270. στικτέον μετὰ τὸ ἀχνύμενοί περ, ἔπειτα ἀπ᾿ ἄλλης ἀρχῆς ἀναγνωστέον, ἵν᾿ ᾗ, οἱ δὲ Ἕλληνες, καίτοι λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδὺ ἐγέλασαν ἐπὶ τῇ ὄψει [*](1. καθάπερ Lehrsius] καίπερ περιεσπάσθη 10. κατ᾿ ὀλίγον] *κάτωθεν 22, 26. ἄχρης] *ἀχρής 14. ἡ Bekkerus] καὶ 28. φιλητᾶς Vill.] φιλιτᾶς. 16. προπεριεσπάσθη Bekkerus])

98
τοῦ Θερσίτον. στασιάζον πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής.

271. ὧδε] κατὰ Ἀρίσταρχον οὐδέποτε τοπικῶς, ἀλλ᾿ ἀντὶ τοῦ οὕτως τάσσει· “ὧδε δέ τις εἴπεσκεν ἰδών.” ἐπὶ δὲ τοῦ “Ἥφαιστε πρόμολ᾿ ὧδε” (ΙΙ. 18, 392) οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου.

272. ἦ] τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὢν, ὁμοίως τῷ “ἦ δὴ λοίγια ἔργα” (ΙΙ. 1, 573).

275. ἔσχ᾿ ἀγοράων] κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσ- μος βασάνοις καὶ εἰσφοραῖς, ὁ δὲ λελωβημένος βραχείᾳ πληγῇ καὶ μεθ᾿ ὅρκων ἀπειλῇ.

276. *ὅτι τὸ μὲν πάλιν, εἰς τοὐπίσω, τὸ δὲ αὖτις χρονικὸν ἐξ ὑστέρου.

278. ὡς φάσαν ἡ πληθύς· ἀνὰ δ᾿ ὁ πτολίπορθος Ὀδυσσεύς] πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀνὰ δ᾿ ἔστη· τὸ γὰρ ἔννοιαν ἔχον τοῦ πλήθους ὄνομα πρὸς τὸ πληθυντικὸν ἐπισυνέζευξε τὸ φάσαν· ᾧ εἴη ἂν ὅμοιον “δερκόμενοι πᾶς δῆμος.” καὶ πρὸς τὸ πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον.

*οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς.

ἀνὰ δ᾿ ὁ πτολίπορθος] ἀνέστη ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικὸς Ὀδυσσεὺς, ἵν᾿ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὑτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, τὴν τοῦ δουρείου ἵππου κατασκευὴν, οὗ εἰσαχθέντος ἐπορθήθη ἡ Ἴλιος, ὡς καὶ ἀλλαχόσε τῆς ποιήσεώς φησι “σῇ δ᾿ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνατος (ΙΙ. 22, 230).

283. ὁ σφιν] τρία ῥητορικῆς εἴδη, συμβουλευτικὸν, ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ἐκ κατηγορίας καὶ ἀπο- λογίας, ὡς “δύο δ᾿ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (ΙΙ. 18, 498)· πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ μάκαρ Ἀτρείδη” (ΙΙ. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματ᾿ ἔχων” (ΙΙ. 1, 225).

284. Ἀτρείδη, νῦν γάρ σε] ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ μετὰ [*](1. πλῆθοε] *δὲ τὸ πλῆθος errorem ex lemmate pleniore ἀνὰ. 16. πρὸς τὸ Lehrsius] τὸ om. δ᾿ ὁ πτολίπορθος illatum. Recta 17. δερκόμενοι] Immo ἀγρόμενοι, scholii scriptura est in Veneto B at ΙΙ. 20, 166. ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου, 19. οὕτως] Id est δ᾿ ὁ, non δὲ sine τινὲς δὲ χωρὶς τοῦ ἄρθρον κακῶς. articulo.· 22. τήν (κατὰ addit A) τοῦ] *ὡς Ἀρίσταρχος] Delevi quod addi- ὀψέποτε τοῦ Ὀδυσσέως ἐπινοήσαντοα tum in A est πτολίπορθος, per τὴν τοῦ)

99
τῆς προσηγορίας, καὶ λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχε- σθαι “ὢ πόποι, γὰρ ὀΐω εὐκνήμιδας Ἀχαιούς.”

286. *ἐκτελέουσιν] πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ ἐκτελέσουσιν.

289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λαβόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἶκον φυλάσσονται μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν πολεμίων, διὰ δὲ τὸ ἰδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.

291. ?? ἦ] ὁμοίως τὸν ἦ περισπαστέον.

*πόνος ἐστίν] πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα.

292. * ἀπὸ ἧς] τῇ γενικῇ δεῖ συντάττειν.

τινὲς ἀνέγνωσαν ἄπο ἧς ἀλόχοιο κατὰ ἀναστροφὴν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατειθισμένῃ ἀναγνώσει· συντέ- τακται γὰρ τῇ γενικῇ.

293. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ] διασταλτέον· τὸ γὰρ ἐξῆς ἐστὶ, καὶ γὰρ τίς θ᾿ ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλό- χοιο ἀσχαλάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ διιστᾶσιν.

297. ἀσχαλάαν παρὰ νηυσί] ὅτι Ζηνόδοτος γράφει ἀσχαλάαν μίμνοντ᾿ ἐπὶ νήεσσ᾿ , τὰ πληθυντικὰ δυῖκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος.

299. ἐπὶ χρόνον] ὅτι Ζηνόδοτος γράφει ἔτι χρόνον, ἀπιθάνως· ἔμ- φασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι.

300. * ἐτεὸν—οὐκί] οτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ χ. καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχοε.

ὅτι Ζηνόδοτος γράφει μάρτυρες. ὁ δ᾿ Ὅμηρος οὕτως ἐσχημάτικεν· “Ζεὺς δ᾿ ἄμμ᾿ ἐπιμάρτυρος ἔστω” (Ιl. 7, 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε.

303. χθιζά τε καὶ πρώϊζ] κατεσμίκρυνε τὸν ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας.

[*](1. λόγον Lehrsius] τὸν λόγον lemma ἀσχαλάαν σὺν νηὶ (ex v. 293). 2. ὢ πόποι, ἦ γάρ] Immo ὦ 21. μίμνοντ᾿ ἐπὶ νήεσσ᾿ Bekkerus] γύναι, οὐ γὰρ μιμνόντεσσι 6. *εὐθὺε] εὐθὺ 28. ἄμμ᾿ ] ἅμ᾿ 7. *οἶκον φυλάσσονται] οἴκοι φυ- 30. πρώϊζ᾿ ] Rectus accentus est λάσσοντα πρωΐζ᾿ et πρωϊζά. 20. ἀσχαλάαν παρὰ νηυσί] In A)
100

Αὐλιδα] Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι τὸν Ἑλληνικὸν στρατόν.

305. ἕως τοῦ ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα, ἵν᾿ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ χθιζά τε καὶ πρώϊζα. ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ ἕως τοῦ σμερδαλέος. δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζά τε καὶ πρωϊζ᾿ , ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν (301).

307. πλατανίστῳ] τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ. διυ- δατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν.