Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

137. αὔας] βαρυτονοῦσιν οἱ πλείους. Νικίας δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αν διφθόγγῳ [*](19. τῷ Bekk.] τὸ 24. ἐμπεσεῖν, ἐνσεῖσαι] Conf. 20. ὁ] *ὁ Συρακούσιος schol. ad 17, 639.)

421
κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ ψαῦος παρʼ Ἀλκμᾶνι.

βόας αὔας] ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατʼ εὐθεῖαν· εἶθαρ δὲ τὸ εὐθέως.

139. Ὀρέστην] ὅτι τῷ Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων.

140. *πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου.

141. εἵως] ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται.

142. *οὕτως Ἀρίσταρχος, ἐόντες, κατὰ τὴν εὐθεῖαν.

144. ὑποστικτέον Τρῶας καὶ φόβος τε, περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς, ἐκ δὲ τω ἀίξαντε. ἡ διπλῆ δὲ, ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή.

145. βέλτιον τὸ σύνηθες ἐπὶ τὸ ἀΐξαντε διαστέλλειν.

147. * οὕτως ἐν ἀπάσαις δέχαται.

κολοσυρτόν παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολωὸν καὶ σνριγμόν.

148. δοχμώ] ὀξυτονητέον· ἔστι γὰρ δυκόν. τὸ δὲδοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετʼ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός.

περὶ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμβάνεται.

149. *πρυμνήν ὡς πυκνήν. εἴπομεν δὲ περὶ τούτου.

153. * λαοῖσιν] τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες.

οἱ περὶ Ζηνόδοτον λάεσσι, τοῖς λίθοις. προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐκ ἐπὶ τοῦ λίθου· λάεσσι γὰρ ἐπʼ ἐκείνου τοῦ σημαινομένου λέγει.

155. * ὅτι λείπει ἡ ὑπέρ πρόθεσις.

157. ζαής] ὡς ὑγιής· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (Od. 12, 313). ῥηθήσεται δὲ ἐν τῇ M τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας.

158. ταρφειάς] Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικὸν, [*](15. τὸ σύνηθες] κατὰ τὸ σύνηθες Friedl.)

422
οὗ πολλαὶ ἤσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρʼ Ὀμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θράξ, ἐπεκράτησε δὲ ἠ Ἀριστάρχου.

159. πρὸς τὴν συνήθειαν τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενήνοχεν.

*οὅτως διὰ τοῦ ο, ῥέον. Ὀμηρικὸν τὸ σχῆμα.

160. ἀμφʼ αὖον] δύο μέρη λόγου ἐστὶν, ἀμφί καὶ αὖον. οὕτως καὶ τὸ πληθυντικὸν οἴδεν “αὖα πάλαι περίκηλα” (Od. 5, 240).

161. * Ἀρίσταρχος βαλλομένων· ἄλλοι δὲ βαλλόμεναι.

164. φιλοψευδής] ὀξυτονητέον ὁμοίως τῷ ἀπλῷ· τὰ γὰρ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβὴν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυ- λάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ ἀληθής, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθʼ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, οἷον ἐν τῷ ξενοκρίτης.

165. ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας μόνους ἥρωας καλεῖ.

167. οἱ δʼ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι] διʼ ἀμφοτέ- ρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντομήν.

μέσον αἰόλοι] ποικίλοι τὰ μέσα τοῦ σώματος· εἰσὶ γὰρ ἐπτερω- μένοι καὶ ξανθοὶ, ἀʼ οὗ εὐκίνητοι, ὡς καὶ ἀλλαχῆ φησὶ “πόδας αἰόλος ἵππος” (Il. 19, 404). ἄμεινον δὲ ἀκούειν τοὺς εὐκινή- τους.