Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

86, 87. βραχὺ διασταλτέον κατὰ τὴν μετοχὴν, καὶ στικτέον κατὰ τὸ ἕποντο. οἱ δὲ γράφοντες τὸ ἕκαστοι, ὥς τινες, πάντως συναπτέον τοῖς ἑξῆς “οἱ μὲν ἅμʼ Ἕκτορι ἴσα.”

87. *γρ. ἕκαστος.

90. *ἐν ἄλλῳ τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.

93. ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν· ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν.

Πάριν κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη ὄναρ ἐθεάσατο ὅτι ἔτεκε δαλὸν ὑφʼ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου, ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὥς τινές φασιν, ὅτι ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι τὸν μόρον παρῆλθεν ὕστερον δὲ Ἄλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.

96. ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπαναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ. πρὸς τοὺς χωρίζοντας.

97. ὅτι Σελλήεις ποταμὸς ἐπʼ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας.

105. τυκτῇσι βόεσσι] ταῖς εἰργασμέναις βύρσαις. λέγει δὲ ταῖς ἀσπίσιν. οὐδέποτε δὲ βοῦν ἀπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος ἐξ οὗ γνωρίζεται, οἷον βῶν ἀζαλέην (lI 7, 238).

σημειοῦνταί τινες ὅτι τυκτὰς βόας τὰς ἀσπίδας εἴρηκεν.

106. λελιημένοι] λιλῶ ἐστὶ ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμου- μένου, ἐκ τοῦ λῶ διπλασιασθὲν, οὗ παραγωγὸν τὸ λιλαίω· “λιλαιό- μενα χροὸς ἆσαι” (Il. 11, 574). τοῦ λιλῶ ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.

[*](5. αὖτε] Ιmmo αὖθι 11. ἢ] καὶ Friedl. 6. κατὰ τήν μετοχήν] καθʼ ἑκάστην 19. *ἠλέξησεν] ἐξηλέησεν Friedl. 27. τυκτὰς addidit Lehrsius. 7. οἱ δὲ γράφοντες] εἰ δὲ γρά- 28. προθυμουμένου Vill. προθυμοῦ. φοιμεν Friedl.)
420

107. ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν.

114. ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές.

115. ὅτι θηλυκῶς τὴν Ιλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Ἴιον αἰπὺ ἕλοιεν” (Il. 15, 71), ἵτι οὐδετέρως· διὸ ἀθετεῖται.

118. ὅτι πολλὰ σημαίνει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησε καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) καὶ τὸ γνῶναι “εἴσομαι αἴ κέ μʼ ὁ Τυυδείδηςʼ (Il. 8, 532). καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη· καὶ τὸ “νῦν δʼ εἴμι” (Il. 1, 169) ψιλοῦται.

120. *πύλησιν] ὅτι πληθυντικῶς τὴν πύλην.

121. ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν “δοιοὶ δʼ ἔντοσθεν χῆες εἶχον ἐπημοιβοί” (456).

124. τὸ ἰθὺς φρονέων πρὸς τὴν δόκησιν τοῦ Ἄσίου φησίν. δύναται δὲ τὸ φρονέων καὶ καθʼ ἑαντὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος.

125. κεκλήγοντες] ὡς ἀρήγοντες. οὐ γὰρ τὸ κεκληγότες ἐπλεό- νασε τῷ ν, οὐδὲ παρὰ τὸ “ὀξέα κεκληγώς” (Il. 2, 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ “ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρν- νομένη, ἔνθεν τὸ κεκλήγοντες.

126. *ὕτι ἐπὶ τῶν Τρώων λέγει ἀντὶ τοῦ ἐμπεσεῖν, ἐνσεῖσαι.

127. Ζηνόδοτος καὶ Ἀριστοφάνης δυικῶς ἅπαντα, ἀνέρε, ὁριστῷ, υἷε ὑπερθύμω, κιέτην.

128. Λαπιθάων] Λαπίθαι ἥρωες ἀρχαῖοι, οἱ ἀπὸ Λαπίθου τοῦ Ἄπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.

131. θυράων] γράφεται καὶ πυλάων.