Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. ὅτῳ] Ζηνόδοτος ὅτεῳ, καὶ ἐμφαίνει Ὀμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησὶ “τῷ ὅτεῳ τε πατὴρ κέλεται” (Od. 2, 114).

430. πάντη δή] ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβε· Τυραννίων δὲ ἐκδέχεται τὸ ἡ ἐπίρρημα τοπικὸν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ἦ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ “ᾖ ῥʼ ὅγ’ ὁ λυσσώδης” (Il. 13, 53). οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντη τοπικόν.

431. *ἐρράδατ] ἀπὸ τοῦ ῥάζω.

433. τρνῆτις] ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὃ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη.

*τάλαντον παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικόν τοῦ βάρους.

434. τάχα τὸ ἑξῆς ἐστὶν ἀμφὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν.

435. * ἔν τισι μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους.

οὕτως μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους, τὸ ἴσον αὐτοῖς ἀπονέ- μουσα. ἄμεινον δὲ, φησὶν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ πρὸς τὸ Σένωνος παράδοξον προφέρεται ἀμεμφέα μισθόν.

439. ὅτι ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν “ὡς φάτʼ ἐποτρύνων, οἱ δʼ οὔασι πάντες ἄκουον.”

442. ὅτι διὰ τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφι- βολίας. οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν.

[*](1. έφαμαρτεῖτε- ἐφομαρτεῖτε] 7. οἱ μἐν et οἱ δἐ-βυρσῶν Ari- Eadem scripturae diversitas 23, stonici verbis illata tollit Lehr- 4. κατὰ διάνοιαν] κατα τα (sic) 26. πρὸς τὸ] πρὸς τὸʼ (sic) διάνοιαν)
433

444. ἀκαχμένα δούρατʼ ἔχοντες] ὅτι Ζηνόδοτος γράφει κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐδήν.

445. * Ἀρίσταρχος ἑστήκει χωρὶς τοῦ ιι.

βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε, συναφὴν δὲ θετέον ὑπʼ ἀμφο- τέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς.

450. τόν οἱ ἐλαφρὸν ἔθηκε] ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. καὶ Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

451. * οὕτως διὰ τοῦ ε φέρει.

ἄρσενος] μέγας γὰρ ὁ τούτου πόκος. ἢ ὅτι τραχύτερος. ἢ τι ῥυπωδέστερος, ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστί.

456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἴς ἐφ’ ἔνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.

ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον, καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειο- μένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί.

457. *στῆ δὲ μάλʼ ἐγγὺς ἰών] ἐν ἄλλῳ στῆ δʼ ἄρ’ ἐωʼ οὐδὸνἰών.

458. ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει, καὶ νῦν τὸν λίθον· καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν.

459. θαιρούς] τοὺς ἄνω καὶ κάτω στρόφιγγας θαιρούς φησι διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.

462. λᾶος] προπερισπαστέον ὡς κλῆρος· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενικὴ, συναλοιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου;

463. νυκτὶ θοῇ] ἤτοι τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν, ἢ ἐπεὶ δοκεῖ ταχέως παριέναι ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν.

ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. πρὸς τὸ τὁ δʼ ἤῖε νυκτὶ ἐοικώς” (Il. 1, 47).

[*](3. χωοὶς] ᾖ hic et alibi, velut 1, 9. διὰ τὸν s] Videntur nonnulli 86. 607. φέρηι (i. e. φέρῃ) legisse, vel φέροι, 7. ὅτι] Refertur ad obelum huic quod est in cod. Tovnl. versui praeixum. Male igitur 15. In marg. inter. adscriptum Bekkerus ἡ διτλῆ, ὅτι—. Oebebat ὅτι θ’ ὀχεῖς ἀβετε ῖται ὅτι-.)
434

ὅτι Ζηνόδοτος γράφει νυκτὶ ἐλυσθείς.

465. *οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] Ἀρίσταρχος οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας.

468. τεῖχος ὑπερβαίνειν] ὅτι καθʼ ὃ μέρος ώδοποίησαν οἱ Λύκιοι, οὐ καθόλου.

*ὀτρύνοντι] οὕτως διὰ τοῦ ο ὀτρύνοντι.