Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

20. Κάρησος] ΤΤυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρ- χος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν ἱθμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα (Il. 2, 504) διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυ- τόνως (Il. 2, 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ, ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνό- ιμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξά- μενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ σ, Λυκαβησσός Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ σ. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη.

Ῥοδίος] παροξυτονητέον ὡς κύριον· εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ εἰκὸς γὰρ τῷ ποταμῷ παρὰ τὸν ῥοῦν ὠνομάσθαι, ὥστε αὐτὸν εἶναι ῥόῖον καὶ ῥόθιον.

22."ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ [*](8. *οὐ] om. οσειδῶν ὡς ἀφʼ ἑαυτοῦ καταβάλλων *αὐτὸ] αὐτὸς τὸ τεῖχος. 14. Scholion mutilum sic explet 14,21. Κάρησος] Κάρησος contra Friedlaenderus ἀθετούμενα, πρὸς τὸ Aristarchi praeceptum. πρόσωπον γινόμενα, ὅτι καὶ ἐκ τούτων 28. ὡς addit Bekkerus. διαβάλλεται. ἐνταῦθα γὰρ εἰσάγεται ὁ)

416
Σκαμάνδρου ἢ τοῦ Σιμοῦντος, δεκτίον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρον ὡς ἂν νεώτερος τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμοὺς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ διʼ Ὀμηρον· καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ “θεῖόν τε Σιμοῦντα” (Th. 342).

βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρομενα. ἢ βοεία γέρρα, ὃ ἐστι δέρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.

βοάγρια] αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες.

25. ἐννῆμαρ] ἐπὶ ἐννέα ἡμέρας. ἔνιοι δὲ δασέως καὶ διὰ τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ὲν ἤμαρ, ἵνʼ ᾖ μιῷ ἡμέρᾳ, ὥστε μὴ μειοῦσθαι τὴν τῶν θεῶν δύναμιν μὴ δυνηθέντων στρέψαι λόγῳ· θᾶττον δὲ ὑπὸ τῶν Ἕλλήνων ἐν μιῷ ἡμέρᾳ γεγονός. οἱ δέ φασι, διὰ τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον διὰ τὸ μηδὲ ἴχνος φανῆναι.

26. * συνεχὲς] Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέρου ν.

ἁλίπλοα] τὴν λῖ, φασὶ, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρειπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται. 0οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατατίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι, ὡς ὅτι ὁπότερον ἐὰν σημαίνῃ προπαρο- ξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν. καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, διπλόος τριπλόος.

29. φιτρῶν] καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν, καὶ τοῖς ἑξῆς, ἵνα ᾖ θέσαν φιτρῶν καὶ λάων· καὶ τὸ σχῆμα ἀρχαῖκὸν, τὸ τῆς ἐλλείψεως.

30. *ἐποίησεν] οὕτως Ἀρίσταρχος, ἐποίησεν.

33. *ὅρ] γράφεται καὶ ἴεν.

οὕτως φέρουσι τὴν γραφὴν, ιεν ὡς τίθεν. καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ἐς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ τεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ “ἄσσον ἴεν πολυκάρπον ἀλωῆς” (Od. 24, 221)· ὅπερ οὐ πιθανόν· ἡ μέντοι κοινὴ ἵει ἐστὶν ὁμοίως τῷ “ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον (25). καὶ μήποτε εἶη [*](10. μὴ μιοῦσθαι] μηνιοῦσθαι (μει- 26. Aristarchus haud dubie δἐ οῦσθαι) ποίησεν 23. λέγεται] δύναται Friedl. 31. ιεν] εἰεν)

417
πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα “τεῖχος ἀμαλδύνας, ποταμοὺς δʼ ἔστρεψε νέεσθαι.”

34. ὅτι Ζηνόδοτος γράφει ὡς ἤμελλον ὄπισθε. ἔστι δὲ βάρ- βαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῷκεσαν.

36. *κανάχιζε δὲ δούρατα πύργων] τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα.

ὅτι πύργων ἀντὶ τοῦ πύργους· καὶ ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ κανάχιζε δὲ δούρατα ὡς ἐπὶπύργους βαλλόμενα, οὐτὰ ἐπῳκοδομημένα τῷ τείχει ἐκανάχιζε ξύλα. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλλαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν ἐπὶ πύργους βαλλό- μενα.

37. Διὸς μάστιγι δαμέντες] τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακω- μένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός.