Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

111. καὶ γάρ σφε] ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (104).

115. * τῶν ἐλάφων φησί.

116. εἴπερ τε τύχῃσι] ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ κατὰ διαστολὴν τύχῃσι καὶ τετύχῃσι ὡς λελάχωσι.

119. σπεύδουσʼ ἱδρώουσα] ἐπὶ τὸ σπεύδουσα βραχὺ διαστα- τέον· μᾶλλον γὰρ ἐμφαίνει.

121. ὑπʼ Ἀργείοισι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον.

123. * δαίφρονος] Ζηνόδοτος γράφει κακόφρονος, εὐτελῶς.

[*](6. συνηθείας Cobetus Mnem. nov. vol. 1 p. 37] σημασίας)
378

124. πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τό λεγόμενον, χρνσᾶ δῶρα. δύναται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγ- μένος.

127. ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους] ὁμοῦ ἐπεχείρουν κρατεῖν τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας.

128. σφέας] ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, ἀντὶ τοῦ αὐτῶν.

*φύγον] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ φύγεν.

129. *οὕτως ἐναντίον.

130. ὅτι δυωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ ἐν Ὀδυσσείᾳ “τὰ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15). ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιίας, ὅτι εὐτελεῖς τῇ κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην καταχρηστικῶς ἀντὶ τοῦ ἱκέτευον.

132. * Ζηνόδοτος πολλὰ δʼ ἐν Ἀντιμάχου πατρός.

135. *ζωοὺς] Ἀριστοφάνης ζωώ.

137. ἀμείλικτον δʼ ὄπʼ ἄκουσον] ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον.

140. ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ἀγγελίην εἴποιμι περί- φρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβιν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆ??.”

*ὅτι ἀντὶ τοῦ ἄγγελον.

141. ἔμεν] δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶς γέγονεν ἔμεναι, ὡς τὸ θεῖναι θέμεναι.

142. τοῦ πατρὸς] ὅτι Ζηνόδοτος γράφει οὗ πατρός. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν Ἀρίσταρχος σφοῦ πατρός, αὐτὸς δὲ τοῦ πατρός.

144. ὁ δʼ ὕπτιος] ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει.

* Ἀρίσταρχος οὖδας ἔρεισεν.

146. Ἀρίσταρχος πλήξας.

[*](1. ἐπεὶ] ante πρὸς lectum trans- alii ἐναντίος. posuit Lehrsius. 21. πρέσβιν] *πρέσβυν 6. τῇ] I. e. κέχρηται τῆ: v. ad * Ὀδυσῆῖ] μενελάῳ 23. In marg. inter. μηδ’ ἐξειν S. ἐναντίον] Sic Aristarchus: (sic) καὶ σώσειν)
379

147. ὅλμον δʼ ὣς] ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι· ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι καὶ ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, χοίνικος (Od. 19, 28) καὶ λύχνου (ib. 34). πρὸς τοὺς χωρίζοντας.