Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

78—83. ἀθετοῦνται στίχοι ἓξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσὶν, ἀλλʼ οἱ τῶν Ἑλλήνων βοηθοί. καὶ τὸ “ὁ δὲ νόσφι λιασθεὶς τῶν ἄλλων ἀπάνευθε καθέζετο” ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ “οἱ δʼ ἄλλοι οὗ σφιν πάρεσαν θεοί,” ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἵδης, ὅθεν διὰ τῶν ἑξῆς μεταβαίνει εἰς αὐτόν.

τούτους καὶ Ἀριστοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ὁγρά. φοντο.

81. τῶν ἄλλων ἀπάνευθε] βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν, ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέηται.

86. ἦμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι.

ὅτι Ζηνόδοτος γράφει δόρπον. οὐ λέγει δὲ δεῖπνον τὴν ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον, καθʼ ἣν ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται, ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτόμος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δένδρον.

88. ἅδος] δασυντέον· τὰ γὰρ α πρὸ τοῦ δ ὂν, καὶ μὴ ἔχον στερη- τικὴν ἔννοιαν ἢ κρᾶσίν τινα, δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, [*](18. ἀπὸ τῆς—μεταβαίνει Bek. 27. *ἐκ τῶν ἔργων πεφυκότι] om. kerus] διὰ τῆς—μεταλαμβάνει 34. οὕτως—ἀδευκἡς] οὕτως ἀδαής)

376
κατὰ κρᾶσιν, ἀδαής ἀδρανής ἀδευκής, μὴ οὕτως δὲ ἔχον ἁδρός ἁδινός Ἀδρίας. διὸ καὶ τὸ Ἄδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ.

91. ἂν δʼ Ἀγαμέμνων] γράφεται ἐν δʼ Ἀγαμέμνων.

92. * Βιήνορα] Ἀρίσταρχος Βιάνορα.

93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον] τι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ “αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).

94. κατεπάλμενος] ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἀπό, τῆς. ἑτέρας ἀρκούσης. Ζηνόδοτος δὲ ἀντίον καὶ Ἀριστοφάνης.

96. *ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη.

97. ἐγκέφαλος δέ] ὅτι Ἀπολλώνιος ποιεῖ ἐγκέφαλόνδε, καὶ τὸν ἐξῆς ἀθετεῖ.

98. πεπάλακτο] διεβρέχετο, ὡς τὸ “παλάσσετο δʼ αἵματι θώρηξ” (Il. 5, 100) καὶ “λύθρῳ δὲ παλάσσετο χεῖρας” (Il. 20, 503). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν τὸ αἷμα, ἔσω δὲ συνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς. ἔξω φορᾶς εἰργόμενον.

100. ἐπεὶ περίδυσε χιτῶνας] ἐπειδὴ, φησὶ, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δὲ, ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα. ἔσονται δὲ αὐτοὶ οἱ νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας χιτῶνας.

101. βῆ ῥ’ Ἶσον] Ζηνόδοτος ἔξω τοῦ ρ ἄη Ἶσον, μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου ἐπιγράμμασι τὸν Βήρισον, ἀλλ’ ἐν τῷ λεγομένῳ σωρῷ εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι.

κατὰ διάστασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον· τὸ μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξεναρίζων, ὡς δείκνυται ἐν τῷ περὶ συντάξεως (1, 32 p. 66, 5).

[*](ἀδρανής ἀδευκής, κατὰ κρᾶσιν ᾄδης 14. δὲ π.] π. δὲ Lehrsius Herod. p. 26 collato 16. ὑπὸ] ἀπὸ Arcadio p. 197, 19. 32. συντάξεως (Apollonii) Bek- 4. ἐν Cobetus] ἐκ kerus] συντάξεων 11. ἐγκέφαλόνδε] ἐγκέφαλονδέ)
377

102. ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν, ἄμφω εἰν ἑνὶ δίφρῳ, καὶ ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω.

103. * ἐόντας] Ἀριστοφάνης ἐόντε.

104. ὤ]ὅτι Ζηνόδοτος γράφει ὅνποτʼ Ἀχιλλεύς. μήποτε δὲ πεπλά- νηται, γεγραμμένου τοῦ ο ὑπʼ ἀρχαικῆς συνηθείας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος, διὸ καὶ ἐπιφέρει “καὶ γάρ σφε πάρος παρὰ νηυσίν·” καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν.

*ἐν ἄλλῳ ὅν ποτʼ Ἀχιλλεύς.

105. ἐδέσμευσε ταῖς νέαις καὶ ἁπαλαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς· καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνη ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἔχοντα πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη.

106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι] ὅτι τὸ πλῆρες ποιμαίνοντε. Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ ὅν ποτε γράφει.

109. Ἄντιφον] ὅτι ἐπανείληφε τὸ ὄνομα διὰ τὸ προειρηκέναι δύο· καὶ πρὸς τὸ πρότερον ἀπήντησεν, ἵνα σαφηνίσῃ κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη.

110. σπερχόμενος δʼ ἀπὸ τοῖιν] εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισή- μοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (Il. 13, 374). νῦν οὖν ἐπείπερ ὀξύς ἐστιν ὁ καιρὸς, ἄμφω δηλοῖ, καὶ ὡς ἐπεγίνωσκεν αὐτοὺς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.