Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

822. *βεβλημένος] ἐν ἄλλῳ πεπνυμένος.

824. ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσὶν, οἷον ἐνσείσουσιν, (ῥμπρήσουσιν].

[*](3. χωρῆσαι Lehrsius] χωρίσαι συναγωγὴν, ὅπου-. 5. αὐτὸ ἡ διαίρεσις] οὐ τὸ τῆς 21. ἐπόπτης] ἐπόπτις διαιρέσεως Iehrsius. 22. Θέμιστι—καλέσσαι] θέμις κε- 12. νῦν Lehrsius] ὄν.. λεύθους ἀγορήν δἐ κέλευσε θεούς 20. ὅπου—] Haec recte cum 32. ἐμπρήσουσιν seclusit FrieIdl. praecedentibus coniungit Cobetus,)
412

831. *δεδιδάχθαι] Ζηνόδοτος δεδαάσθαι.

832. ὃν λείρων ἐδίδαξε] ὅτι Ὀμηρος δεδιδάχθαι μέν φησιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ ἄείρωνος τὸν Ἀχιλλέα, περὶ μέντοι τῆς παρʼ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς τούτου.

842. δικαιότατος Κενταύρων] τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου· ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ “μελάντερον ἠύτε πίσσα” (Il. 4, 277).

834. ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· ὁ γὰρ Μαχάων ἐστὶν ὁ τετρωμένος.

838. *ἴοι] Ζηνόδοτος διὰ τοῦ η ἔην.

841. * σεῖο μεθήσω] Ζηνόδοτος σεῖʼ ἀμελήσω. ποιητικώτερον δὲ τὸ ἕτερον.

844. μαχαίρῃ] ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον, εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές.

846. τινὲς Ἀχιλλείαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ- φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τἥς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](4. τοὐναντίον Lehrsius] τῶν 18. ὡς Vili.] οὐ 11. ἔην] ἔῃ Duentzer. Ζenod. p. 23. οὐ λεαντικοῖς (λειαντικοῖς Vili.)] ἀλεντικοῖς 12. Idem scholion in marg. 27. *αἵματος] τραύματος inter. ubi ζηνο δὲ ἀμελήσω)