Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

794. ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγ- καίους ὄντας εἰς ἐρεθισμὸν Ἀχιλλέως.

799. ἴσκοντες] Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησὶ, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐίσκω λεγό- μενον· “ἐΐσκω πηγεσιμάλλῳ” (Il. 3, 197). οἱ δὲ περὶ τὸν Ἄλεξ- ίωνα διὰ τοῦ ὶ μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατί- θεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκῶ, ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ ῦ, πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει ἐίσκω κατὰ διαίρεσιν, [*](3. Λιταῖς Vil.] η ταῖς 19. ἔτυμον Vill.] ἕτοιμον γέρων] om. 22. καὶ τοῦτον Cobetus] ἐκ τού- 4. ἐμὸν] ἡμῶν του. οὺκ εὖ τοῦτον καὶ τὸν ἑξῆς Lehr- 18. Λυκάμβεω Elmsleius] λυκάμ- sius. βεος 31. μιμναίσκω καὶ θναίσκω] μιμ- ὑπερτέρην] ὑπερτεῥ νέσκω καὶ θνέσκω)

411
ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε παρὰ τὸ εἰδῶ ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ώφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ ἐίσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλʼ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παραγωγῆς, διαιρέσει ἐχρήσατο· ὤπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις, ἐκεῖ ἐκβάλλει τὸ ε.

801. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο] μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται, ἀπόλλυνται.

802, 803. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου (Il. 16, 44), ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώσης· οὐδὲ γὰρ νῦν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’. οἱ δὲ τοῖς ἑξῆς συνάπ- τοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσιν· μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀῦτῇ λόγον ἔχει.

807. ἵξε θέων Πάτροκλος] πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα, ὅτι ὑποτίθεται κατὰ μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν.

ἵνα σφʼ ἀγορή τε θέμις τε] ὅπου αὐτοῖς τά τε νια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν· “Ζεὺς δὲ δέμιστι κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι” (Il. 20, 4).

808. τῇ δὴ καί] ὅπου καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ πατρῷων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν.

809. *ὅτι τετώξευται.

811. νότιος] ὑγρὸς, ἢ πολὺς, ἢ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

817. ἐμέλλετε] ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑποκείμενον ἦν ὑμῖν τὸ παθεῖν.

818. *ἀργέτι δημῶ] γράφεται ἠδʼ οἰωνούς.