Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

755. *ἐνἄλλῳ λέ γοντες.

757. ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλισίου, ἢ συναπτέον τοῖς ἑξῆς, ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλισίου· οὕτω γὰρ Ἀρί- σταρχος γράφει, προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἦν ὁ Ἀλίσιος. ἢ Ἀλίσιος μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος τόπος.

759. ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς.

763. οἶος τῆς ἀρετῆς ἀπονήσεται] μόνος τῆς ἀρετῆς ὄνησιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι.

767. νῶϊ] ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. [*](13. Αἰσχύλος (fr. 334)] Conf. 18. καὶ μεγάλου delet Lehrsius. Eustath. p. 882. 23. χ] χ,i.e. χω, quod alibi χωρίς 16. καὶ delet Lehrsius. significat, non aptum huic loco.)

410
ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ιθ’, ἕως τοῦ (785) “σοὶ δʼ αὗθʼ ἐπέτελλεν,” ὅτι ἡ σύνθεσις αὐτῶν πεζὴ, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα “Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ” (Il. 9, 254)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι “ τέκνον ἐμὸν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ηρη δώσουσʼ, αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν.” καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· ἐς δʼ ἄγε χειρὸς ἑλὼν, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὗ παρέθηκενʼ ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ “ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἔπεσθαιι.” ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ιθ΄.

770. *πουλυβότειραν] ἐν ἄλλῳ καλλιγύναικα.

773. *μηρίʼ ἔκηε] Ἀρίσταρχος μηρία καἵε.

774. αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιφράγματι τῆς αὐλῆς· χόρτοι δὲ οἱ τριγχοὶ, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179.) “σύγχορτα ναίω πεδία ταῖς Ἐλευθεραῖς” καὶ ἐν Ἀνδρομάχῃ (17) ὁμοίως.

782. * ἠθέλετον] Ζηνόδοτος ἠθελέτην.

786. ἅτι Ἀρχίλοχος ὑπερτέραν τὴν νεωτέραν ἐδέξατο· “οἴην Λυκάμβεω παῖδα τὴν ὑπερτέρην” ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντιπίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ γένει, τῇ εὐγενείᾳ ὑπερέχει, διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτερος εἶ.