Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

574. ὅτι τὰ δόρατα ἵσταντο. καὶ ὅτι ἀπὸ τῶν ἐμψύχων μετα- φέρει.

579. ἧπαρ ὑπὸ πραπίδων] πραπίδες τὸ διάφραγμα· ἔστι δὲ νευρώδης ὑμὴν, διεζωκὼς τὰ σπλάγχνα.

τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. φρένας δὲ ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα, παρόσον φλεγμαῖνον τοῦτο ὡς νευρῶδες ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέ- φαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ.

583. *ἐν ἄλλῳ εἷλκεν ἐπʼ Εὐρυπύλῳ.

καί μιν βάλε μηρὸν ὀιστῷ] ὅτι ἀντὶ τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἔτρωσεν.

[*](16. *πολυηγερέες] πολυηγενέες 24. ὅτι addidit Cobetus.)
399

584. δόναξ] ὅτι ὁ τοῦ βέλους κάλαμος· τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ “κῆλα θεοῖο” (Il. 1, 53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.

589. Αἴανθʼ ὃς βελέεσσι] ὅτι Ζηνόδοτος γράφει Αἴαντος βελέ- εσσι. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει, ὥστε δέχεσθαι τοῦ Αἴαντος· εἰ δὲ καὶ κατὰ συναλοιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵνʼ ᾖ τὸ πλῆρες Αἴαντʼ ὃς βελέεσσιν, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα.

590. * τῶν πολεμίων δηλονότι.

593. *σάκεʼ ὤμοισι κλίναντες] ἀντὶ τοῦ τοὺς ὤμους ταῖς ἀσπίσι προσερείσαντες.

594. *τῶν δʼ ἀντίος] ἐν ἄλλῳ τῶν δὲ σχεδὸν ἤλυθεν Αἴας.

596. δέμας πυρὸς] τὴν σφοδρότητα τῆς μάχης παρίστησι, περὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ ῥᾷστα καὶ τάχιστα φθείρει.

*δίκην πυρὸς, ὥσπερ πῦρ.

600. * Ἀρίσταρχος ἑστήκει.

ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ πρυμνῆς μεγακήτεος νηός.

601. ἰῶκά τε δακρυόεσσαν] ὅτι τινὲς γράφουσιν ἰῶ, εἶτα κατα- δακρυόεσσαν. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκὴν, οἷον δίωξιν, ὡς Ἡσίοδος (Q. 538) τὴν κρόκην κρόκα.

603. *παρὰ νηός] ἀντὶ τοῦ παρὰ νηί. ἀπὸ τῆς νηός.

604. κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή] σημειοῦνταί τινες ὅτι οὐ πόρ- ρωθεν ἡ προαναφώνησις· κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπότασις “Διὸς δʼ ἐτελείετο βουλή (Il. 1, 5).

606. τί δέ σε χρεὼ ἐμεῖο] ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί.

610. *ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ.

611. ἀλλ’ ἴθι νῦν] διὰ τί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; ῥητέον ὅτι κατʼ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγέ- νηται, διὰ Πατρόκλου Νέστορα βούλεται τοῦτο κατορθῶσαι ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς, ἵνα καὶ [*](4. ἀντὶ τοῦ (αν) Αἴαντος in marg. 28. Hoc Porphyrii scholion le- inter. gitur iufa ad v. 634 sine lemmate 10. τοῦ] om. post verba λέγομεν τὸν νέον. 28. προείρηται] Ad 8, 355.)

400
Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν.

612. βεβλημένον] ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ εἰδικῷ τὸ γενικὸν ἐσήμανεν.

617. *βῆ δὲ θέειν] ἐν ἄλλῳ βῆ δʼ ἰέναι.

620. *ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ἦν Εὐρυμέδων (Il. 4, 227).

621. ὅτι ψύχειν μὲν λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· “εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ” (Od. 6, 98).