Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

467. *ὁ νοῦς, τοιαύτη οἵα ἂν γένοιτο καταπονουμένου ἀνδρός.

470. *ἐνὶ Τρώεσσι] γρ. μετὰ Τρώεσσι.

475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς Ὀδυσσεὺς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων [*](2. ὐφεσις] Idem quod ὑφαίρεσις: 395. 5. ν. Thes. vol. 8 p. 527. 16. τὸ Friedl.] τοῦ 8. ἡ Cobetus] εἰ 27. τὸ ἀφαύω addidit Lehrsius 12. ὁ addidi: Friedl. Sic p. Herod. p. 267.)

395
παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.

480. ἐν νέμεῖ σκιερῷ] ὅτι Ζηνόδοτος γράφει ἐν νέμεῖ γλαφυρῷ. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον.

λῖν] περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰτιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, μῦν μνᾶν σῦν ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται, τῆς εὐθείας ὀξυνο- μένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς καθόλου. ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ “αἱ μέν ῥα λίεσσιν” ὡς μύεσσιν· Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι.

481. θῶες μέν τε διέτρεσαν] Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ ποιητής.

484. ἢ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον, ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατάσκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ “ἔγχει ἐπαίσσων” (Il. 10, 348).

*νηλεὲς ἦμαρ] τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνατον.

486. στῆ δὲ παρέξ] παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως τῷ “ὦσα παρέξʼ (Od. 9, 488).

488. * θεράπων] τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς.

490. ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν. περισσὸν δὲ τὸ υἱόν· κτητικοῖς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνά- μενον, πατρωνυμικοῖς δὲ ἐμπεριέχεται.

492. κάτεισι] ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται. τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ.

[*](4. ὑπὸ dele. Friedl., in καὶ novimus: v. Schneider. ad fragm. mutat Pluygers. Zenod. p. 9. 329 p. 543. 8. μῦν—ὖν Bekkerus] μοῦν—μῦν 27. περί τινα] ἀναγνωστέον οὖν vel 11—13. V. Lehrs. Arist. p. 259. simile quid Friedl. Nic. p. 213. 12. Καλλιμάχῳ] Callimachi verba Post ἐπανάληψιν signum scholii fuisse λῖες μέν τε λίεσσιν aliunde finiti :—)
396

494. δρῦς ἀζαλέας] πρὸς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὤραν ξηραινόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβάλ- λεται ἐκ τῶν χειμάρρων· ἢ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλ- λουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές.

495. ἀφυσγετόν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον. ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχον λέγειν, ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὤσπερ ἔχει ὁ ἀμαιμάκετος περιμήκετος· τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικόν ὠξύνθη, καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικὸν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.

502. ὅτι ὁμίλει ἀντὶ τοῦ ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν.

503. οἱ μὲν πλείους ἀνέγνωσαν νέων ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης περιέσπασαν, ἵνα ἀπὸ τοῦ “τῶν νέες ὠκεῖαι” (Od. 7, 36) ᾖ, ἐπεὶ, φησὶ, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης ὑπαρχούσης τῆς διανοίας, τὰς πρὸ τῶν νεῶν τάξεις.

506. ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύοντά φησιν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “τῷ οὔ πώ τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας” (Il. 2, 553).

509. μετακλινθέντος] ἀντὶ τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων.

515. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γὰρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφάνης προηθέτει· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

519. *γρ. μάστιξεν δʼ ἐλάαν.

523. ὅτι κυρίως λέγει ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν.

528. κεῖσʼ ἵππους] ὅτι Ζηνόδοτος γράφει κε θʼ ἵππους. γίνεται [*](4. ὄμβρῳ] ῥεύματι Friedl. πετος. 11. λαιλαπετός] Fugit hoc edi- 19. Post ἵνα lacunam indicat tores Hesychii, apud quem λαιλά Cobetus.)

397
δὲ ἐν ἐκείνῳ τῷ τόπῳ· τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει.